previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Κεφ. ζ. περὶ Κοιλιακῆς διαθέσιος.

κοιλίη, σπλάγχνον πεπτήριον, κάμνει τὴν πέψιν, ὁκότε διάρροια τὸν ἄνθρωπον ἴσχει: καὶ ἔστιν ὑγρῆς τροφῆς ἀπέπτου διάρροια: ἀλλ᾽ ἢν μὴ ἐπὶ σχεδίου τῆς αἰτίης γίγνοιτο τόδε ἐς μίην δευτέρην ἡμέρην μούνην, πρὸς δὲ καὶ ὅλος ἄνθρωπος ἀσθενέει, ἀτροφίῃ τοῦ σκήνεος, χρονίη νοῦσος κοιλιακ γίγνεται, ἀτονίῃ τοῦ πέσσοντος θερμοῦ, καὶ ψύξι τῆς κοιλίης : εὖτε λύεται μὲν ἐς θερμὸν τροφή: ἀλλ᾽ οὐκ ἐκπέσσει θερμὸν, οὐδὲ ἐς χυμὸν οἰκεῖον τρέπει, ἡμιτελέα δὲ λείπει ἀδρανείῃ τοῦ τέλεος.1 δὲ ἀφεθεῖσα τῆς ἐργασίης ἐς κακὸν ἀλλοιοῦται καὶ χροιῇ καὶ ὀδμῇ καὶ συστάσι. λευκὴ μὲν γὰρ καὶ ἄχολος χροιὴ, κάκοδμα δὲ καὶ βορβορώδεα : ὑγρὴ δὲ καὶ ἀσύστατος ἀπραγίῃ, μούνην δὲ ἀρετὴν ἴσχουσα τῆς πέψιος τὴν ἀρχήν.

διὰ τόδε φυσώδεες ἐς τὴν γαστέρα, ἐρυγαὶ ξυνεχέες, κακώδεες, ἢν δὲ καὶ κάτω περήσωσι, τρύζει μὲν τὰ ἔντερα, φῦσαι δὲ διεξιᾶσι δασεῖαι, ὑγραὶ, ἀργιλώδεες : φαντασίαι δὲ ἐπ᾽ αὐτέοισι ὡς διεκθέοντος ὑγροῦ: πόνος τῆς κοιλίης βαρὺς, ὁκοῖον νύγμα, ἄλλοτε καὶ ἄλλοτε: ἰσχνὸς δὲ καὶ ἄτροφος ὥνθρωπος, ὠχρὸς, ἀδρανής : οὐδέν τι πρῆξαι τῶν συνήθων εὔτονος. ἀλλὰ κἢν βαδίζῃ, λύεται τὰ μέλεα, φλέβες κροτάφων ἐπηρμέναι, ἀτροφίῃ γὰρ κοιλοκρόταφοι, ἐπίφλεβοι δὲ καὶ παντὶτῷ σώματι. οὐ γὰρ οὐ πέσσει μοῦνον νοῦσος, ἀλλ᾽ οὐδὲ τὴν ἀρχὴν ἐς τὸν ὄγκον ἀναδιδοῖ. δοκέει γάρ μοι οὐ τῆς πέψιος μοῦνον, ἀλλὰ καὶ τῆς ἀναφορῆς τὸ πάθος ἔμμεναι.

[p. 108] ἦν δὲ καὶ ἐπ᾽ αὐξήσει νοῦσος γίγνηται, ἄγει καὶ τὰ ἀπὸ τοῦ παντὸς εἰς τὴν κοιλίην πάλιν, εὖτε ἤδη τηκεδὼν τῆς ἕξιος. αὐαλέοι δὲ τὸ στόμα, ἄνικμοι δὲ τὴν ἐπιπολὴν, ἀνίδρωτες, κοιλίη ἄλλοτε πυριφλεγὴς ὡς ἀπ᾽ ἄνθρακος, ἄλλοτε δὲ ὡς ἀπὸ κρυστάλλου ψυχροστ αγής. κοτὲ δὲ καὶ αἷμα τοῖσι ἐσχάτοισι ἐν σκυβάλοισι ἐπιρρέει ξανθὸν, ἄκρητον, ἀμιγὲς, ὡς δοκέειν φλεβὸς στόμιον ἀνεῶχθαι. ἀνεσθίει γὰρ τὸ δριμὺ τὰς φλέβας. μήκιστον καὶ δυσαλθὲς κακὸν, καὶ γὰρ ἢν δοκέῃ πεπαῦσθαι, ἄνευ φανερῆς προφάσιος παλινδρο μέει ἐσαῦθις ἠδὲ καὶ ἐπὶ σμικρῇ ἁμαρτωλῇ παλίνορσος ἥκει. ἐς περίοδον γοῦν ἤδη φοιτῇ.

γέρουσι ξύνηθες τὸ κακὸν, καὶ γυναιξὶ μᾶλλον ἀνδράσι. παιδίοισι δὲ διάρροια μὲν ξυνεχὴς, ἐφημέρῳ ἀκρασίῃ τροφῆς. ἀλλ᾽ οὐ κοιλίης κύτεϊ νοῦσος.2 τίκτει δὲ θέρος τῶν ἄλλων ὡρέων μᾶλλον: μετόπωρον δεύτερον, χειμὼν δὲ ψυχρότατος , ἢν ἀγχοῦ σβέσιος τὸ θερμὸν ἥκῃ: ἐπὶ χρονίῃ δὲ νούσῳ καὶ ἥδε καὶ δυσεντερίη καὶ λειεντερίη τίκτεται. ἀλλὰ καὶ χανδὸν ψυχροποσίη κοτὲ ξυνέστησε τὴν νοῦσον.

1 ermerins reads as follows: ἡμιτελέα δὲ λείπει ἀδρανίῃ : δὲ ἀφεθεῖσα τοῦ τέλεος τῆς ἐργασίης, κ. τ.λ. I must say, I cannot recognise the necessity for this alteration, which appears to me anything but an improvement.

2 Κύτεϊ in this clause is not a satisfactory reading; and yet I would hesitate to adopt πάθεϊ with Wigan, or κοιλίῃ ἐνσκήπτει with Ermerins. It is worthy of remark, that kyte is a Scottish term for stomach. It occurs in Burns' Poems.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: