previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Κεφ. ι. περὶ τῶν κατὰ τὸν Πνεύμονα ἀποστάσεων.

εὖτε ὁκόσοισι περιπνευμον ικοῖσι ἂν φλέγμα ἔῃ, καὶ μὴ διαχέηται, περιγίγνονται: οἱ δὲ διαδιδρήσκοντες τὸ κάτοξυ τοῦ πάθεος ἔμπυοι γίγνονται. τὰ μὲν οὖν μελλούσης τετελες μένης ἀποστάσιος σημεῖα ἐν τοῖσι ἐμπύοισι ἔλεξα: ἢν δὲ τελεσθῇ, οὐ βίης καὶ πόνων ἐς ἀπόρρηξιν καὶ ἀναγωγὴν χρέος, ὅπωσπερ ἐν τοῖσι σώμασι: ἀλλὰ γὰρ Ρ῾ηϊδίως ἀναφέρεται, διατάσιος μᾶλλον τῶν ἀραιωσίων γενομένης, ἤπερ ἕξιος σωμάτων. μανὸς γὰρ καὶ πολύτρητος πνεύμων, σπογγίῃ ἴκελος, οὐ χαλεπαίνων τῷ ὑγρῷ, ἄλλην ἀπ᾽ ἄλλης εὐρυχωρίην ἀμείβοντι, μέσφι τῆς τρηχείης ἀρτηρίης ἥκειν. περίοδοι δὲ τῷ ὑγρῷ Ρ῾ηΐδιαι. εὐκαμπὲς γὰρ ἠδὲ ὀλισθηρὸν πῦον. ἀτὰρ καὶ ἀναπνοὴ ἄνω τὸ πνεῦμα φυσῇ.1 περιγίγνονται δὲ τὰ πολλὰ, εἰ μή κοτέ τις ἀπεπνιγῆ ἀθρόῃ ἑλκύσι τοῦ ὑγροῦ, τῆς ἀρτηρίης οὐ δεχομένης τὸν ἠέρα πλήθεϊ τοῦ πύου. θνήσκου σι δὲ μετεξέτεροι χρόνῳ τὸν φθινώδεα [p. 73] καὶ τὸν ἐμπυϊκῶν τρόπον: τὰ δὲ πῦα λευκὰ, ἔπαφρα, σιάλῳ μεμιγμένα: ἄλλοτε δ᾽ αὖ τεφροειδέα , ὑπομελανίζοντα: καὶ βρογχίον κοτὲ ἀνεπτύσθη ἐπὶ ποικίλῳ ἕλκεϊ, ἢν βάθος ἴσχῃ ἀπόστασις, εὖτε καὶ ἀπορρῶγες ἀναφέρονται τοῦ σπλάγχνου. βραγχώδεες , βραχύπνοοι , βαρύφωνοι, τὰ στήθεά σφιν εὐρέα γίγνεται, καὶ εὐρυτέρων τῆς ὑγρασίης δέονται.2 ὀφθαλμῶν τὰ μέλανα στιλπνά: τὰ δὲ λευκὰ, λευκότα τα καὶ πίονα: μῆλα ἐρευθῆ, φλέβες ἐν τῷ προσώπῳ κυρταί. θώϋμα δὲ ἐπὶ τουτέων. τόνος μὲν γὰρ εὐσαρκίης μείζων, εὐψυχίν δὲ τόνου δυνατωτέρη.

1 although I have not meddled with the text, I cannot but think that we ought to read either πῦον or ὑγρὸν, instead of πνεῦμα.

2 surely some such word as διὰ is wanting before τῆς ὑγρασίης, or the text is otherwise at fault.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (11 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: