previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Κεφ. ιγ᾽. περὶ Ἥπατος.

Ἥπαρ σπληνὶ ἐς γένεσιν μὲν ἰσόρροπον: δεξιὰ γὰρ ἠδὲ ἐπ᾽ ἀριστερὰ τὰ σπλάγχνα ἰσάριθμα τῇ φύσι: ἄνισοι δὲ ἐς δύναμιν καὶ ἐν ὑγείῃ καὶ ἐν νούσοισι. ἐν ὑγείῃ μὲν, ὅτιπερ τὸ κράτος τῆς τροφῆς τὸ ἧπαρ ἴσχει: Ρ῾ίζωσις γὰρ φλεβῶν ἧπαρ:1 ἀτὰρ ἐν νούσοισι καὶ ἐς ὑγείην πολλόν τι ἰσχυροτέρην ἔχει καὶ τοῦ θανάτου τὴν αἰτίην.2 ὁκόσον οὖν ἧπαρ ἐς ὑγείην κρέσσον, τοσόνδε κάκιον ἐν νούσοισι. καὶ γὰρ ἐπιφλεγμαίνει θᾶσσόν τε καὶ βιαιότερον , καὶ ἀφίσταται ξυνεχέστερόν τε καὶ ὀλεθριώτερον. ἐπὶ σκίρρῳ δὲ ὠκύτερον σπληνὸς καὶ περιαλγέστερον κτείνει. τὰ μὲν οὖν τῆς φλεγμασίης ἐν τοῖσι ὀξέσι ἔλεξα.

ἢν δὲ ἐς πῦον τρέπηται, ὀδύνη ὁξεῖα ἴσχει μέσφι κλειδὸς,

[p. 77] ἄκρου ὤμου. ὑπὸ γὰρ τοῦ ἄχθεος ἕλκεται τὸ διάφραγμα, ἐξ οὗ τὸ ἧπαρ ἤρτηται : τὸ δὲ διάφραγμα τὸν ὑπὸ τῇσι πλευρῇσι ὑμένα βρίθει: ξυνῆπται γὰρ αὐτέῳ: δὲ ἐπὶ τὴν κληῖ¨δα ἠδὲ ἄκρω τῶν ὤμων ἀποτέταται, καὶ τάδε ξυνεφέλκεται κάτω. πῦρ δριμὺ ξὺν Ρ῾ίγεσι ἐπὶ τῇ ἀποστάσει, βὴξ ξηρὴ, οὐ μάλα πυκινὴ, χροιὴ χλοήβαφος. ἢν δὲ κατακορ έως ἔωσιν ἰκτερώδεες , τοῦ λευκοχρόου εἴδεος: ὕπνοι καθαροὶ φαντασίης οὐ μάλα. νηφαλέοι μὲν ἐς πάντα: ἐς ἓν δέ τι τῶν προσκαίρων ἐξαπίνης παρακοπαὶ, καὶ κατεστάθησαν εὐθέως: ὄγκος ὑπὸ τιτθῇσι πλευρῇσι, ἀπάτη δὲ πολλοῖσι ὅκως περιτοναίου γίγνεται. ἀλλ᾽ ἢν μὲν ὑπὸ τὰς νόθας ὄγκος καὶ ὀδύνη πιεζευμένοις, τὸ ἧπαρ οἰδέει: ἔμπλεων γὰρ ὑγρασίης: ἢν δὲ μὴ ὑπὸ τὸ ὀστέον μίμνωσι οἰδέει[3], τοῦ ὑμένος τὸ σημεῖον : καὶ τοῦ μὲν περιγραφῇ καὶ τὰ ὅρια δῆλα: μετὰ γὰρ τὴν περιαγωγὴν τῶν λοβῶν ἐς λαγαρὸν τὸ ἐπιγάστριον πιέζουσα χεὶρἱζάνει: περιτοναίου δὲ ἀόριστος σκληρίη καὶ τοῦ πέρατος ἀπόφυσις ἀφανής. ἢν μὲν εἴσω ἀπόστασις Ρ῾έπῃ, πολλόν τι κρέσσον φύσις ἰητροῦ: γὰρ ἐς ἔντερα, ἐπὶ κύστιν τρέψει τὸ πῦον: ἀσινεστέρη δὲ πολλὸν ἐς κύστιν ὁδός. ἢν δὲ ἔξω Ρ῾έπῃ, κακὸν μὲν μὴ τάμνειν. ἤν τε γὰρ οὕτως ἔῃ, ἀνεσθίε ται ὑπὸ τοῦ πύου τὸ ἧπαρ, καὶ οὐκ ἐς ἀμβολὴν θάνατος. ἢν δὲ θέλῃς τάμνειν, αἱμορραγῆσαι κίνδυνος, καὶ αὐτίκα τὸν ἄνθρωπον ἐκθανεῖν. ἄσχετος γὰρ αἱμορραγίη ἐφ᾽ ἥπατι. ἢν οὖν ἐς ἀνάγκην τομῆς κατίῃς κοτὲ, καυτῆρα ἔμπυρον διαφανέα πυρῶσαι, καὶ διῶσαι μέσφι τοῦ πύου. τωὐτὸ γάρ σοι τέμνει τε καὶ καίει. καὶ ἢν περιγίγνηται, πῦον ἐκρεύσει λευκὸν, πέπον, λεῖον, κακῶδες, ὅτι παχύ: τοῖσδε καὶ πυρετοὶ καὶ τὰ δεινὰ ξυνδιδοῖ: Ρ῾ηϊδίως τε [p. 78] ἀλθέξεται πάντα. ἢν δὲ ἐς ἔντερον τὸ πῦον ἐγχέηται, γαστὴρ πρώτιστα μὲν ὑδατώδεα διαρρέει: ἔπειτα κρεῶν πλύμασι ἴκελα: αὖθις αὖ δυσεντεριώδεα ὁκοῖα ἐφ᾽ ἕλκεσι. ἀτὰρ καὶ αἱμάλωψ κοτὲ καὶ θρόμβος ἠνέχθη. φέρεται καὶ χολὴ ξανθὴ κατακορὴς, πρασοειδὴς, καὶ ὑστάτη ἐς ὄλεθρον μέλαινα.

ἢν δὲ ἀνεκπύητον τὸ ἕλκος γίγνηται, καὶ κακώδεα γαστὴρ ὁκοῖόν τι σηπεδόνα ὑπάγει, τροφὴ ἄπεπτος διεκθέει ὑπ᾽ ἀκρασίη ς κοιλίης τε καὶ ἐντέρων. οὐ πέπτει γὰρ αὖθις εὖ ἔχον τὸ ἧπαρ: πῦρ τε ἐπὶ τοῖσδε δριμὺ, καὶ πάντως ἐς κακὸν τροπή. σαρκῶν ξυντήξιες, σφυγμοὶ σμικροὶ, δύσπνοοι, εὖτε οὐκ εἰς μακρὸν ἐτελεύτ ησαν τὸν βίον. μετεξετέροισι δὲ δυσεντερίη μὲν καὶ τὸ ἕλκος ἰήθη, ἐς ὕδρωπα δὲ κατέστρεψε νοῦσος. ἢν δὲ ἅπαντα ξυνδιδῷ, πῦον λευκὸν, λεῖον, ὁμαλὸν, ἄνοσμον γὰρ ἐκρέει, γαστὴρ πέττειτε τὰ σιτία, εὔελπις ὥνθρωπος.4 ἄριστον δὲ δι᾽ οὔρων κεκρίσθαι: ἀσφαλεστέρη δὲ καὶ ἀσινεστέρη τῇδε τοῦ πύου ὁδός.

ἢν δὲ ἀπὸ τῆς φλεγμονῆς ἀνεκπύητον τὸ ἧπαρ, ἄπονον μὲν οὐ γίγνεται,5 τὸν ὄγκον τε τὸν σκληρὸν ἷζον εἰς σκίρρον ἱδρύεται. εὖτε πόνος μὲν οὐ ξυνεχὴς, νωθὴς δὲ κἢν παρῇ: ἀραιὴ δὲ καὶ θέρμη: ἀποσιτίη, πικρῶν γευμάτων ἡδονὴ, γλυκέων ἀηδίη, Ρ῾ιγώδεες, ὑπόλευκοι, χλωροὶ, οἰδαλέοι ὀσφὺν καὶ πόδας. πρόσωπα Ρ῾υσὰ, γαστὴρ ξηρὴ, διαχωρήσιες πυκιναί. κορυφὴ γὰρ τῶν κακῶν ὕδρωψ.

ἐπὶ τῷ ὕδρωπι, ἢν μὲν οὖρα πολλὰ, παχέα, ἐπίδοσιν ἔχοντα πολλὴν ἰλυώδεα καταρραγῇ, ἐλπὶς ἐκρεῦσαι τὸν [p. 79] ὕδερον : ἢν δε λεπτὰ καὶ ἀνυπόστα τα καὶ ὀλίγα, τῷ ὕδρωπι τιμωρέει: ἢν δὲ μεταβάλλῃ εἰς τὸ ἀρχαῖον φύσις, καὶ καταρρα γῇ κοτε εἰς κοιλίην, ἐπὶ πολλοῖσι ὑδατώδεσι καὶ τὸν ὕδρωπα ἰησατο: σφαλερὴ δὲ τοιαύτη ἐπικουρίη: ἐπὶ γὰρ τῇσι ἀθρόῃσι κενώσεσι ἠδὲ τῇσι ἐσχάτῃσι ξυμπτώσεσι ἐξέθανόν κοτε ὑπ᾽ ἀδυναμίης οἱ κάμνοντες, ὅκως ἐξ αἱμορραγίης. ἀσινέστερον δὲ λύει ἱδρὼς, ἢν πολὺς ἐκρυῇ. οὐ πάνυ γὰρ ἰκμαλέοι οἱ ὑδρωπιώδεες. ἥδε τῶν ἐν ἥπατι παθέων τελευτὴ γίγνεται.

ἢν δὲ ἐμπυέῃ τὸ ἧπαρ, ... μείρακες καὶ οἱ μέσφι ἀκμῆς, ἧσσον γυναῖκες: προφάσιες δὲ ἀκρασίη καὶ νοῦσος μακρὴ, μάλιστα ἐπὶ δυσεντερίῃ καὶ ξυντήξεσι. καὶ γὰρ δὴ καὶ τούσδε ἐκίκλησκον ξυντηκτικοὺς, τοὺς ἐπὶ ἕλκεσι ἥπατος ἰσχνοὺς ἀποθνήσκοντας.

1 hippocrat. de Aliment.

2 i have not ventured to eject ἐς ὑγείην from this clause, as suggested by Wigan and practised by Ermerins.

3 in most of the editions there is the mark of a lacuna before these words; and Ermerins suppresses them altogether, as being redundant. No lacuna appears in any of our British mss. which I have examined.

4 i at first changed ἐκρέει, for which there is no authority in a transitive form, into ἐκχέει. (Ermerins suppresses γὰρ, and further reads διεκρέει, to which, however, there is the same objection as to ἐκρέει.) But, upon second thoughts, by a slight change of the punctuation, I flatter myself that I have brought the text to a passable state.

5 Ermerins substitutes ἄπονον for ἄπορον, which latter word evidently is wrong. See Wigan.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: