previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Κεφ. ια᾽. περὶ Ἄσθματο ς.

εἰ ἀπὸ δρόμου καὶ γυμνασίων καὶ παντὸς ἔργου δυσπνοεῖ ἀναπνοὴ, ἆσθμα καλεῖται: καὶ νοῦσος δὲ ὀρθόπνοια, καὶ ἥδε κικλήσκεται ἆσθμα: ἐν γὰρ τοῖσι παροξυσμοῖσι ἀσθμαίνουσι καὶ οἵδε. ὀρθόπνοιαν δὲ ἐκάλεον, οὕνεκεν ὀρθίῳ σχήματι μοῦνον ἀναπνέουσι εὐφόρως : πνὶξ γὰρ ἐν κατακλίσι . εἵνεκεν τοῦ τόνου τοῦ ἐπὶ τῷ πνεύματι ὀρθόπνοια τοὔνομα.1 ὄρθιος γὰρ ἀνατέταται ἐς ἀναπνοὴν, κἢν ὕπτιος κατακλινθῇ ὥνθρωπος, κίνδυνος πνιγῆναι.

πάσχει δὲ πλεύμων: ξυμπαθέει δὲ καὶ τὰ ξυντελοῦντα ἐς ἀναπνοὴν, διάφραγμα, θώρηξ: ἢν δὲ καρδίη πάθῃ, οὔκοτε ἐς πολλὸν διαρκέσειε . τῇδε γὰρ τῆς ἀναπνοῆς καὶ τῆς ζωῆς ἀρχή.

αἰτίη δὲ ψύξις καὶ ὑγρότης τοῦ πνεύματος:2 ὕλη δὲ ὑγρὰ,

[p. 74] παχέα, κολλώδεα: εὐπαθέες δὲ γυναῖκες ἀνδρῶν μᾶλλον, ὅτι περ ὑγραί τε καὶ ψυχραί: οἱ δὲ παῖδες τούτων περιγίγνονται Ρ῾ηΐτερον, γὰρ φύσις ἐν αὐξήσι θερμῆναι δυνατωτάτη . ἄνδρες δὲ εἰ καὶ μὴ Ρ῾ηΐδιοι παθεῖν, ἀλλὰ θνήσκουσι θᾶσσον. ἀμβολὴ δὲ θανάτου ὅσοισι ἐν ἔργου πρήξι, ἐν εἰρίοισι πλεύμων θάλπεται καὶ διαίθεται, ὁκοῖόν τι τοῖσι τῆς τιτάνου ἐργάτῃσι, χαλκεῦσι, σιδηρεῦσι, καὶ λουτρῶν πυρσευτῆρσι.

Μελλησμοῦ δὲ σημήϊα, βάρος τοῦ θώρηκος, ὄκνος ἐς τὸ ξύνηθες ἔργον, ἀτὰρ ἠδὲ ἐς ἅπασαν πρῆξιν, δύσπνοια ἐν δρόμῳ, πρὸς ὁδὸν ὀρθήν: βραγχώδεες καὶ βηχώδεες, φῦσα ἐν τοῖσι ὑποχονδρίοισι καὶ ἐρυγαὶ παράλογοι, ἀγρυπνίη, θερμασίη νύκτωρ σμικρὴ, ἀσαφής : Ρ῾ὶς ὀξείη, ἐς ἀναπνοὴν ἑτοίμη.

ἢν δὲ ἐπὶ μέζον τὸ κακὸν ἕρπῃ, μῆλα ἐρυθρά: ὀφθαλμοὶ προπετέες, ὡς ἐπ᾽ ἀγχόνῃ, Ρ῾ωγμὸς ἐν ἐγρηγόρσι: 3 πολλὸν δὲ μέζον τὸ κακὸν ἐν ὕπνῳ: ὑγρὴ καὶ ἄηχος φωνή: πολλοῦ καὶ ψυχροῦ ἠέρος ἐπιθυμίη : ἐς τὸ ὕπαιθρον ἴενται, πᾶς γὰρ αὐτέοισι οἶκος ἐς ἀναπνοὴν οὐ διαρκής : ἀναπνέουσι ὄρθιοι, ὅκως ἅπαντα σπάσαι τὸν ἑλκόμενον ἠέρα ποθέοντες, ὑπ᾽ ἀπορίης δὲ τοῦ ἠέρος καὶ διοίγουσι τὸ στόμα, ὡς τῷδε μέζονι χρεόμενοι: ὠχροὶ τὰ πρόσωπα, πλὴν τῶν μήλων. τάδε γὰρ ἐρευθῆ. ἱδρῶς περὶ μέτωπον καὶ κληϊδας: βὴξ συνεχὴς, βιαίη: ἀναγωγὴ σμικρὴ, λεπτὴ, ψυχρὴ, ἰκέλη ὁκοῖόν τι καὶ ἀφροῦ ἐπάνθισμα. τράχηλος οἰδέει πνεύματος πρήσι. ὑποχόνδρια ἀνεσπασμένα. σφυγμοὶ σμικροὶ, πυκινοὶ , πιεζεύμενοι: ἰσχνὰ σκέλεα: κἢν ὑπερταθῇ τάδε, ἀπέπνιξέ κοτε ἐπιληπτικῷ τρόπῳ.

[p. 75] ἢν δὲ ἐς ἀγαθὸν τρέπηται, βὴξ μακροτέρη καὶ ἀραιοτέρη. ἀναγωγὴ πλεύνων τε πύων καὶ ὑγροτέρων: κοιλίης τάραχος πολλῶν ὑδατωδέων: οὔρων ἔκκρισις πολλὴ, κἢν ἐς ὑπόστασιν μηδέκω ἥκῃ: φωνὴ γεγωνοτέρη , ὕπνοι αὐταρκέες, ὑποχονδρίων ἄνεσις: ἧκέ ποτε πόνος ἐς μετάφρενον ἐπ᾽ ἀνέσι. ἆσθμα ἀραιὸν, λεῖον, κερχνῶδες. 4 ὧδε μὲν οὖν διαδιδρήσκουσι τὸν ὄλεθρον ἐν δὲ τῇσι ἐπανέσεσι, κἢν περιΐωσι ὀρθοστάδην, τοῦ πάθεος φέρουσι ξύμβολα.

1 ermerins suppresses the last clause of the sentence altogether, on the ground that it is superfluous and out of place. I fear this must be held to be an unwarrantable liberty on the part of an editor, whose duty it is to restore the words, but not attempt to improve the sense of his author.

2 Ermerins agrees with Petit in reading πνεύμονος. I am doubtful.

3 Wigan and Ermerins read Ρ῾ωχμὸς; but the other seems to me the preferable term. The authority of Cælius Aurelianus seems to me decisive on this point: “Gutturis stridor quem Græci rhogmon vocant.” Morb. Acut. ii. 10. See Paulus aegineta, t ... p. 482, Syd. Soc. Edit.

4 I am not satisfied that Ermerins was warranted in prefixing οὐ to κερχνῶδες, contrary to the authority of all the mss.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (14 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: