Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[70]
αἰσθάνῃ δὲ τὴν Ἑλλάδα πᾶσαν ὀρθὴν οὖσαν ἐφ᾽ οἷς σὺ τυγχάνεις εἰσηγούμενος, μηδεὶς δ᾽ ὀλιγώρως ἔχῃ τῶν παρὰ σοὶ βραβευομένων, ἀλλ᾽ οἱ μὲν πυνθάνωνται περὶ αὐτῶν ἐν οἷς ἐστίν, οἱ δ᾽ εὔχωνταί σε μὴ διαμαρτεῖν ὧν ἐπεθύμησας, οἱ δὲ δεδίωσι μὴ πρότερόν τι πάθῃς πρὶν τέλος ἐπιθεῖναι τοῖς πραττομένοις;