Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[148]
τὴν αὐτὴν δὲ γνώμην καὶ περὶ Δακεδαιμονίων ἔχουσιν: καὶ γὰρ ἐκείνων μᾶλλον ἄγανται τὴν ἧτταν τὴν ἐν Θερμοπύλαις ἢ τὰς ἄλλας νίκας, καὶ τὸ τρόπαιον τὸ μὲν κατ᾽ ἐκείνων ὑπὸ τῶν βαρβάρων σταθὲν ἀγαπῶσι καὶ θεωροῦσι, τὰ δ᾽ ὑπὸ Δακεδαιμονίων κατὰ τῶν ἄλλων οὐκ ἐπαινοῦσιν ἀλλ᾽ ἀηδῶς ὁρῶσιν: ἡγοῦνται γὰρ τὸ μὲν ἀρετῆς εἶναι σημεῖον, τὰ δὲ πλεονεξίας.