Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[139]
οὐκ ἀγνοῶ δ᾽ ὅτι πολλοὶ τῶν Ἑλλήνων τὴν βασιλέως δύναμιν ἄμαχον εἶναι νομίζουσιν: ὧν ἄξιον θαυμάζειν, εἰ τὴν ὑπ᾽ ἀνθρώπου βαρβάρου καὶ κακῶς τεθραμμένου κατασταθεῖσαν καὶ συναχθεῖσαν ἐπὶ δουλείᾳ, ταύτην ὑπ᾽ ἀνδρὸς Ἕλληνος καὶ περὶ τοὺς πολέμους πολλὴν ἐμπειρίαν ἔχοντος μὴ νομίζουσιν ἂν ἐπ᾽ ἐλευθερίᾳ διαλυθῆναι, καὶ ταῦτ᾽ εἰδότες ὅτι συστῆσαι μέν ἐστιν ἅπαντα χαλεπόν, διαστῆσαι δὲ ῥᾴδιον.