Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
ἀλλὰ μὴν καὶ ἐξ αὐτοῦ ἄν τις τοῦ πράγματος γνοίη, ὅτι πολὺ μᾶλλον εἰκὸς ἦν Εὐθύνουν λαβόντα ἐξαρνεῖσθαι ἢ Νικίαν μὴ δόντα αἰτιᾶσθαι. δῆλον γὰρ ὅτι πάντες κέρδους ἕνεκ᾽ ἀδικοῦσιν. οἱ μὲν οὖν ἀποστεροῦντες ὧνπερ ἕνεκ᾽ ἀδικοῦσιν ἔχουσιν, οἱ δ᾽ ἐγκαλοῦντες οὐδ᾽ εἰ λήψεσθαι μέλλουσιν ἴσασιν.