Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[16]
περὶ μὲν οὖν τούτων ἱκανὰ τὰ εἰρημένα. ἴσως δ᾽ Εὐθύνους ἐρεῖ, ἃ καὶ πρότερον ἤδη, ὅτι οὐκ ἄν ποτ᾽ ἀδικεῖν ἐπιχειρῶν τὰ μὲν δύο μέρη τῆς παρακαταθήκης ἀπέδωκε, τὸ δὲ τρίτον μέρος ἀπεστέρησεν, ἀλλ᾽ εἴτε ἀδικεῖν ἐπεθύμει εἴτε δίκαιος ἐβούλετο εἶναι, περὶ ἁπάντων ἂν τὴν αὐτὴν γνώμην ἔσχεν.