Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[10]
νῦν δ᾽ ἀρχαιότερον1 ἦν αὐτοῖς τὸ πρᾶγμα. ἐγκαλεῖν μὲν γὰρ ἔξεστιν ἐξ ἁπάντων ἐκλεξάμενον, ἀποστερεῖν δ᾽ οὐχ οἷόν ἄλλον ἢ τὸν παρακαταθέμενον. ὥστε Νικίας μὲν συκοφαντεῖν ἐπιθυμῶν οὐκ ἂν ἐπὶ τοῦτον ἦλθεν, Εὐθύνους δ᾽ ἀποστερεῖν ἐπιχειρῶν οὐκ ἄλλον εἶχεν.