Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6] εἰ δὲ ἐκηρύσσοντο ἢ μὴ ἄλλοι τινὲς κακοῦργοι ἅμα τῷ τούτων φόνῳ, τίς οἶδεν; οὐδενὶ γὰρ ἐπιμελὲς ἦν σκοπεῖν ταῦτα. ἀφανοῦς δὲ ὄντος τοῦ κηρύγματος, οὐδὲ ὑπὸ τούτων τῶν κακούργων ἄπιστον διαφθαρῆναι αὐτόν.