Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4] <Οὔτε γὰρ κακούργους εἰκὸς ἀποκτεῖναι τὸν ἄνθρωπον>1: οὐδεὶς γὰρ ἂν τὸν ἔσχατον κίνδυνον περὶ τῆς ψυχῆς κινδυνεύων ἑτοίμην καὶ κατειργασμένην τὴν ὠφέλειαν ἀφῆκεν: ἔχοντες γὰρ [ἂν]2 τὰ ἱμάτια ηὑρέθησαν. οὐ μὴν οὐδὲ παροινήσας οὐδεὶς διέφθειρεν αὐτόν: ἐγιγνώσκετο γὰρ ἂν ὑπὸ τῶν συμποτῶν. οὐδὲ μὴν οὐδ᾽ ἐκ λοιδορίας: οὐ γὰρ <ἂν>3 ἀωρὶ τῶν νυκτῶν οὐδ᾽ ἐν ἐρημίᾳ ἐλοιδοροῦντο. οὐδὲ μὴν ἄλλου στοχαζόμενος ἔτυχε τούτου: οὐ γὰρ ἂν σὺν τῷ ἀκολούθῳ διέφθειρεν αὐτόν.