Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[10] οἵ τε γὰρ ἐπιβουλεύοντες ἀνεξέλεγκτοι ἂν εἶεν, εἰ μήθ᾽ ὑπὸ τῶν παραγενομένων μήθ᾽ ὑπὸ τῶν εἰκότων ἐξελέγχονται: ἀσύμφορόν θ᾽ ὑμῖν ἐστὶ τόνδε μιαρὸν καὶ ἄναγνον ὄντα εἴς <τε>1 τὰ τεμένη τῶν θεῶν εἰσιόντα μιαίνειν τὴν ἁγνείαν αὐτῶν, ἐπί τε τὰς αὐτὰς τραπέζας ἰόντα συγκαταπιμπλάναι τοὺς ἀναιτίους: ἐκ γὰρ τούτων αἵ τ᾽ ἀφορίαι γίγνονται δυστυχεῖς θ᾽ αἱ πράξεις καθίστανται.