Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6] ἔτι δὲ μείζους καὶ πλείους διωχθεὶς οὐδεπώποτ᾽ ἀποφυγὼν ἱκανὸν μέρος τῶν ὄντων ἀποβέβληκε, τὰ δ᾽ ἄγχιστα ἱερῶν κλοπῆς δυοῖν ταλάντοιν γεγραμμένος ὑπ᾽ αὐτοῦ, συνειδὼς μὲν αὑτῷ τὸ ἀδίκημα, ἔμπειρος δ᾽ ὢν τῆς τούτου δυνάμεως, μνησικακῶν δὲ τῶν ἔμπροσθεν, εἰκότως μὲν ἐπεβούλευσεν, εἰκότως δ᾽ ἀμυνόμενος τὴν ἔχθραν ἀπέκτεινε τὸν ἄνδρα.