previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δὲ Ἱππόθοος διανύσας τὸν πλοῦν κατήχθη μὲν εἰς Σικελίαν, οὐκ εἰς Συρακούσας δέ, ἀλλ̓ εἰς Ταυρομένιον [p. 387] καὶ ἐζήτει καιρόν, δἰ οὗ τὰ ἐπιτήδεια ἕξει. Τῷ δὲ Ἁβροκόμῃ ἐν Συρακούσαις ὡς χρόνος πολὺς ἐγένετο, ἀθυμία ἐμπίπτει καὶ ἀπορία δεινή, ὅτι μήτε Ἄνθειαν εὑρίσκοι μήτε εἰς τὴν πατρίδα ἀνασώζοιτο. [2] Διέγνω οὖν ἀποπλεύσας ἐκ Σικελίας εἰς Ἰταλίαν ἀνελθεῖν κἀκεῖθεν, εἰ μηδὲν εὑρίσκοι τῶν ζητουμένων, εἰς Ἔφεσον πλεῦσαι πλοῦν δυστυχῆ. Ἤδη δὲ καὶ οἱ γονεῖς αὐτῶν καὶ οἱ Ἐφέσιοι πάντες ἐν πολλῷ πένθει ἦσαν, οὔτε ἀγγέλου παῤ αὐτῶν ἀφιγμένου οὔτε γραμμάτων: ἀπέπεμπον δὲ πανταχοῦ τοὺς ἀναζητήσοντας. [3] Ὑπὸ ἀθυμίας δὲ καὶ γήρως οὐ δυνηθέντες ἀντισχεῖν οἱ γονεῖς ἑκατέρων ἑαυτοὺς ἐξήγαγον τοῦ βίου. Καὶ μὲν Ἁβροκόμης ᾔει τὴν ἐπὶ Ἰταλίας ὁδόν: δὲ Λεύκων καὶ Ῥόδη, οἱ σύντροφοι τοῦ Ἁβροκόμου καὶ τῆς Ἀνθείας, τεθνηκότος αὐτοῖς ἐν Ξάνθῳ τοῦ δεσπότου καὶ τὸν κλῆρον ῾ἦν δὲ πολὺς᾿ ἐκείνοις καταλιπόντος, διέγνωσαν εἰς Ἔφεσον πλεῖν, ὡς ἤδη μὲν αὐτοῖς τῶν δεσποτῶν σεσωσμένων, ἱκανῶς δὲ τῆς κατὰ τὴν ἀποδημίαν συμφορᾶς πεπειραμένοι. [4] Ἐνθέμενοι δὲ πάντα τὰ αὑτῶν νηὶ ἀνήγοντο εἰς Ἔφεσον, καὶ ἡμέραις οὐ πολλαῖς διανύσαντες τὸν πλοῦν ἧκον εἰς Ῥόδον: κἀκεῖ μαθόντες ὅτι οὐδέπω μὲν Ἁβροκόμης καὶ Ἄνθεια σώζοιντο, τεθνήκασι δὲ αὐτῶν οἱ πατέρες, διέγνωσαν εἰς Ἔφεσον μὴ κατελθεῖν, χρόνῳ δέ τινι ἐκεῖ γενέσθαι, μέχρι οὗ τι περὶ τῶν δεσποτῶν πύθωνται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: