previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Καὶ μὲν Ἁβροκόμης ταυτὶ κατοδυρόμενος, παραμυθουμένου αὐτὸν Αἰγιαλέως διῆγεν ἐν Συρακούσαις, ἤδη καὶ τῆς τέχνης Αἰγιαλεῖ κοινωνῶν: οἱ δὲ περὶ τὸν Ἱππόθοον μέγα μὲν ἤδη τὸ λῃστήριον κατεστήσαντο, ἔγνωσαν δὲ ἀπαίρειν Αἰθιοπίας καὶ μείζοσιν ἤδη πράγμασιν ἐπιτίθεσθαι. [2] Οὐ γὰρ ἐδόκει τῷ Ἱπποθόῳ αὔταρκες εἶναι λῃστεύειν κατ̓ ἄνδρα, εἰ μὴ καὶ κώμαις καὶ πόλεσιν ἐπιβάλοι. Καὶ μὲν παραλαβὼν τοὺς σὺν αὐτῷ καὶ ἐπιφορτισάμενος πάντα ῾ἦν δὲ αὐτῷ καὶ ὑποζύγια πολλὰ καὶ κάμηλοι οὐκ ὀλίγαἰ Αἰθιοπίαν μὲν κατέλιπεν, ᾔει δὲ ἐπ̓ Αἴγυπτόν τε καὶ Ἀλεξάνδρειαν καὶ ἐνενόει Φοινίκην καὶ Συρίαν πάλιν: [3] τὴν δὲ Ἄνθειαν προσεδόκα τεθνηκέναι: δὲ Ἀμφίνομος, φρουρῶν ἐν τῇ τάφρῳ αὐτήν, ἐρωτικῶς διακείμενος, οὐχ ὑπομένων ἀποσπασθῆναι τῆς κόρης διὰ τὴν πρὸς αὐτὴν φιλοστοργίαν καὶ τὴν ἐπικειμένην συμφοράν, Ἱπποθόῳ μὲν οὐχ εἵπετο, λανθάνει δὲ ἐν πολλοῖς τοῖς ἄλλοις καὶ ἀποκρύπτεται ἐν ἄντρῳ τινὶ σὺν τοῖς ἐπιτηδείοις οἷς συνελέξατο. [4] Νυκτὸς δὲ γενομένης οἱ περὶ τὸν Ἱππόθοον ἐπὶ κώμην ἐληλύθεσαν τῆς Αἰγύπτου, Ἀρείαν καλουμένην, πορθῆσαι θέλοντες: δὲ Ἀμφίνομος ἀνορύσσει τὴν τάφρον καὶ ἐξάγει τὴν Ἄνθειαν καὶ θαρρεῖν παρεκάλει. [5] τῆς δὲ ἔτι φοβουμένης καὶ ὑποπτευούσης, τὸν ἥλιον ἐπόμνυσι καὶ τοὺς ἐν Αἰγύπτῳ θεοὺς μὴν τηρήσειν γάμων ἁγνήν, μέχρι ἂν καὶ αὐτή ποτε πεισθεῖσα θελήσῃ συγκαταθέσθαι. Πείθεται τοῖς ὅρκοις Ἀμφινόμου Ἄνθεια καὶ ἕπεται αὐτῷ: οὐκ ἀπελείποντο δὲ οἱ κύνες ἀλλ̓ ἔστεργον συνήθεις γενόμενοι. [6] Ἔρχονται δὴ εἰς Κοπτόν, κἀνταῦθα ἔγνωσαν ἡμέρας [p. 383] διαγαγεῖν, μέχρι ἂν προέλθωσιν οἱ περὶ τὸν Ἱππόθοον τῆς ὁδοῦ: ἐπεμελοῦντο δὲ τῶν κυνῶν ὡς ἔχοιεν τὰ ἐπιτήδεια. [7] Οἱ δὲ περὶ τὸν Ἱππόθοον προσβαλόντες τῇ κώμῃ τῇ Ἀρείᾳ πολλοὺς μὲν τῶν ἐνοικούντων ἀπέκτειναν καὶ τὰ οἰκήματα ἐνέπρησαν καὶ κατῄεσαν οὐ τὴν αὐτὴν ὁδὸν ἀλλὰ διὰ τοῦ Νείλου: πάντα γὰρ τὰ ἐκ τῶν μεταξὺ κωμῶν σκάφη συλλεξάμενοι, ἐπιβάντες ἔπλεον ἐπὶ Σχεδίαν, καὶ ...... κἀντεῦθεν ἐκβάντες παρὰ τὰς ὄχθας τοῦ Νείλου διώδευον τὴν ἄλλην Αἴγυπτον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: