previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἀκούσας Ἄψυρτος καὶ δόξας ἀληθῆ λέγειν αὐτὴν ἠρεύνησε μὲν τὸ πραχθὲν οὐκέτι, μεταπεμψάμενος δὲ τὸν Ἁβροκόμην τολμηρὰ καὶ μιαρὰεἶπεκεφαλή, ἐτόλμησας εἰς δεσπότας τοὺς σοὺς ὑβρίσαι καὶ διαφθεῖραι παρθένον ἠθέλησας οἰκέτης ὤν; ἀλλ̓ οὔτι χαιρήσεις: ἐγὼ γάρ σε τιμωρήσομαι καὶ τοῖς ἄλλοις οἰκέταις τὴν σὴν αἰκίαν ποιήσομαι παράδειγμα.’ [2] Εἰπὼν οὐκέτι ἀνασχόμενος οὐδὲ λόγου ἀκοῦσαι ἐκέλευσε περιρρῆξαι τὴν ἐσθῆτα αὐτοῦ τοῖς οἰκέταις καὶ φέρειν πῦρ καὶ μάστιγας καὶ παίειν τὸ μειράκιον. [3] Ἤν [p. 352] δὲ τὸ θέαμα ἐλεεινόν: αἵ τε γὰρ... τὸ σῶμα πᾶν ἠφάνιζον βασάνων ἄηθες ὂν οἰκετικῶν, τό τε αἷμα κατέρρει καὶ τὸ κάλλος ἐμαραίνετο. [4] Προσῆγεν αὐτῷ καὶ δεσμὰ φοβερὰ καὶ πῦρ καὶ μάλιστα ἐχρῆτο ταῖς βασάνοις κατ̓ αὐτοῦ, τῷ νυμφίῳ τῆς θυγατρὸς ἐνδεικνύμενος ὅτι σώφρονα παρθένον ἄξεται. [5] Ἐν τούτῳ Ἄνθεια προσπίπτει τοῖς γόνασι τοῦ Ἀψύρτου καὶ ἐδεῖτο ὑπὲρ Ἁβροκόμου: δὲἀλλὰ καὶ μᾶλλονἔφηδιὰ σὲ κολασθήσεται, ὅτι καὶ σὲ ἠδίκησε, γυναῖκα ἔχων ἄλλης ἐρῶν.’ Καὶ τότε ἐκέλευσε δήσαντας αὐτὸν ἐγκαθεῖρξαί τινι οἰκήματι σκοτεινῷ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: