previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Καὶ μὲν ἐν Ταρσῷ ἦν μετὰ Περιλάου, τὸν χρόνον ἀναμένουσα τοῦ γάμου: δὲ Ἁβροκόμης ᾔει τὴν ἐπὶ Κιλικίας ὁδόν: καὶ οὐ πρὸ πολλοῦ τοῦ ἄντρου τοῦ λῃστρικοῦ ῾ἀπεπεπλάνητο γὰρ καὶ αὐτὸς τῆς ἐπ̓ εὐθὺ ὁδοὖ συντυγχάνει τῷ Ἱπποθόῳ ὡπλισμένῳ. [2] δὲ αὐτὸν ἰδὼν προστρέχει καὶ φιλοφρονεῖται καὶ δεῖται κοινωνὸν γενέσθαι τῆς ὁδοῦ. ‘Ὁρῶ γάρ σε, μειράκιον, ὅστις ποτὲ εἶ, καὶ ὀφθῆναι καλὸν καὶ ἄλλως ἀνδρικόν: καὶ πλάνη φαίνεται πάντως ἀδικουμένου. [3] Ἴωμεν οὖν Κιλικίαν μὲν ἀφέντες ἐπὶ Καππαδοκίαν καὶ τὸν ἐκεῖ Πόντον: λέγονται γὰρ οἰκεῖν ἄνδρες [4] εὐδαίμονες.’ δὲ Ἁβροκόμης τὴν μὲν Ἀνθείας ζήτησιν οὐ λέγει, συγκατατίθεται δὲ ἀναγκάζοντι τῷ Ἱπποθόῳ, καὶ ὅρκους ποιοῦσι συνεργήσειν τε καὶ συλλήψεσθαι: ἤλπιζε δὲ καὶ Ἁβροκόμης ἐν τῇ πολλῇ πλάνῃ τὴν Ἄνθειαν εὑρήσειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: