previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δὲ Ἄνθεια ἦν μέν τινα χρόνον παρὰ τῷ αἰπόλῳ, συνεχὲς δὲ Μοῖρις ἀνὴρ τῆς Μαντοῦς εἰς τὸ χωρίον ἐρχόμενος ἐρᾷ τῆς Ἀνθείας σφοδρὸν ἔρωτα. Καὶ τὰ μὲν πρῶτα ἐπειρᾶτο λανθάνειν, τελευταῖον δὲ λέγει τῷ αἰπόλῳ τὸν ἔρωτα καὶ πολλὰ ὑπισχνεῖτο συγκύψαντι. [2] δὲ τῷ μὲν Μοίριδι συντίθεται, δεδοικὼς δὲ τὴν Μαντὼ ἔρχεται πρὸς αὐτὴν καὶ λέγει τὸν ἔρωτα τὸν Μοίριδος. δὲ ἐν ὀργῇ γενομένηπασῶνἔφηδυστυχεστάτη γυναικῶν ἐγώ: τὴν ζήλην περιάγομαι, δἰ ἣν τὰ μὲν πρῶτα ἐν Φοινίκῃ ἀφῃρέθην τοῦ ἐρωμένου, νυνὶ δὲ κινδυνεύω περὶ τοῦ ἀνδρός: ἀλλ̓ οὐ χαίρουσά γε Ἄνθεια φανεῖται καλὴ καὶ Μοίριδι: ἐγὼ γὰρ αὐτὴν καὶ ὑπὲρ τῶν ἐν Τύρῳ πράξομαι δίκας.’ [3] Τότε μὲν οὖν τὴν ἡσυχίαν ἤγαγεν: ἀποδημήσαντος δὲ τοῦ Μοίριδος μεταπέμπεται τὸν αἰπόλον καὶ κελεύει λαβόντα τὴν Ἄνθειαν εἰς τὸ δασύτατον ἀγαγόντα τῆς ὕλης ἀποκτεῖναι καὶ τούτου μισθὸν αὐτῷ δώσειν ὑπέσχετο. [4] δὲ οἰκτείρει μὲν τὴν κόρην, δεδοικὼς δὲ τὴν Μαντὼ ἔρχεται παρὰ τὴν Ἄνθειαν καὶ λέγει τὰ κατ̓ αὐτῆς δεδογμένα. δὲ ἀνεκώκυέ τε καὶ ἀνωδύρετοφεῦλέγουσα, ‘τοῦτο τὸ κάλλος ἐπίβουλον [p. 356] ἀμφοτέροις πανταχοῦ: διὰ τὴν ἄκαιρον εὐμορφίαν Ἁβροκόμης μὲν ἐν Τύρῳ τέθνηκεν, ἐγὼ δὲ ἐνταῦθα: [5] ἀλλὰ δέομαι σοῦ, Λάμπων αἰπόλε, ὃς μέχρι νῦν εὐσέβησας, ἂν ἀποκτείνῃς, κἂν ὀλίγον θάψον με τῇ παρακειμένῃ γῇ καὶ ὀφθαλμοῖς τοῖς ἐμοῖς χεῖρας ἐπίβαλε τὰς σὰς καὶ θάπτων συνεχὲς Ἁβροκόμην κάλει: αὕτη γένοιτ̓ ἂν εὐδαίμων ἐμοὶ μεθ̓ Ἁβροκόμου ταφή.’ [6] Ἔλεγε ταῦτα, δὲ αἰπόλος εἰς οἶκτον ἔρχεται ἐννοῶν ὡς ἀνόσιον ἔργον ἐργάσεται κόρην οὐδὲν ἀδικοῦσαν ἀποκτείνων οὕτω καλήν. [7] Λαβὼν δὲ τὴν κόρην αἰπόλος φονεῦσαι μὲν οὐκ ἠνέσχετο, φράζει δὲ πρὸς αὐτὴν τάδε. ‘Ἄνθεια, οἶδας ὅτι δέσποινα Μαντὼ ἐκέλευσέ μοι λαβεῖν καὶ φονεῦσαί σε: ἐγὼ δὲ καὶ θεοὺς δεδιὼς καὶ τὸ κάλλος οἰκτείρας βούλομαί σε μᾶλλον πωλῆσαι πόρρω ποι τῆς γῆς ταύτης, μὴ μαθοῦσα Μαντὼ ὅτι οὐ τέθνηκας, ἐμὲ κακῶς διαθήσει.’ [8] δὲ μετὰ δακρύων λαβομένη τῶν ποδῶν αὐτοῦ ἔφηθεοὶ καὶ Ἄρτεμι πατρῴα, τὸν αἰπόλον ὑπὲρ τούτων τῶν ἀγαθῶν ἀμείψασθε,’ καὶ παρεκάλει πραθῆναι. [9] δὲ αἰπόλος λαβόμενος τῆς Ἀνθείας ᾤχετο ἐπὶ τὸν λιμένα: εὑρὼν δὲ ἐκεῖ ἐμπόρους ἄνδρας Κίλικας ἀπέδοτο τὴν κόρην, καὶ λαβὼν τὴν ὑπὲρ αὐτῆς τιμὴν ἧκεν εἰς τὸν ἀγρόν. [10] Οἱ δὲ ἔμποροι λαβόντες τὴν Ἄνθειαν εἰς τὸ πλοῖον ἦγον καὶ νυκτὸς ἐπελθούσης ᾔεσαν τὴν ἐπὶ Κιλικίας: ἐναντίῳ δὲ πνεύματι κατεχόμενοι καὶ τῆς νεὼς διαρραγείσης μόλις ἐν σανίδι τινὲς σωθέντες ἐπ̓ αἰγιαλοῦ τινος ἦλθον: εἶχον δὲ καὶ τὴν Ἄνθειαν. [11] Ἦν δὲ ἐν τῷ τόπῳ ἐκείνῳ ὕλη [p. 357] δασεῖα. Τὴν οὖν νύκτα ἐκείνην πλανώμενοι ἐν αὐτῇ ὑπὸ τῶν περὶ τὸν Ἱππόθοον τὸν λῃστὴν συνελήφθησαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: