previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

20. τῆς οὖν πόλεως πορθουμένης, καὶ τῶν ἀνθρώπων τῶν μὲν μαχομένων τῶν δὲ φευγόντων, καὶ ἤδη καὶ αὐτῶν ἐκείνων, ὅπως τῶν ἐσεληλυθότων δόξαντες εἶναι σωθῶσι, καὶ ἁρπαζόντων τινὰ καὶ φονευόντων, Οὐιτέλλιος φοβηθεὶς χιτωνίσκον τε ῥακώδη καὶ ῥυπαρὸν ἐνέδυ, καὶ ἐς οἴκημα σκοτεινόν, ἐν ἐτρέφοντο κύνες, ἐκρύφθη, γνώμην ἔχων τῆς νυκτὸς ἐς τὴν Ταρρακῖναν πρὸς τὸν [2] ἀδελφὸν ἀποδρᾶναι. καὶ αὐτὸν ἀναζητήσαντες οἱ στρατιῶται καὶ ἐξευρόντες ῾οὐ γάρ που καὶ ἐπὶ πολὺ λαθεῖν ἀκριβῶς ἐδύνατο ἅτε αὐτοκράτωρ γεγονώσ᾽ συνέλαβον 1 φορυτοῦ 2 καὶ αἵματος ἀναπεπλησμένον ῾ὑπὸ γὰρ τῶν κυνῶν ἐλελύμαντὀ, κἀκ τούτου τὴν ἐσθῆτα αὐτοῦ περιρρήξαντες καὶ τὼ χεῖρε ἐς τοὐπίσω δήσαντες, τῷ τε αὐχένι σχοινίον περιθέντες, κατήγαγον ἐκ τοῦ παλατίου τὸν Καίσαρα τὸν ἐν αὐτῷ ἐντρυφήσαντα, [p. 254] [3] καὶ διὰ τῆς ἱερᾶς ὁδοῦ ἔσυραν τὸν αὐτοκράτορα τὸν ἐν τῷ βασιλικῷ δίφρῳ πολλάκις σοβήσαντα, ἔς τε τὴν ἀγορὰν ἐσεκόμισαν τὸν Αὔγουστον ἐν πολλάκις ἐδημηγόρησε. καὶ οἱ μὲν ἐρράπιζον αὐτόν, οἱ δὲ τοῦ γενείου ἔτιλλον: πάντες δὲ ἔσκωπτον καὶ πάντες ὕβριζον, τά τε ἄλλα καὶ τὴν ἀσωτίαν αὐτοῦ ἐπιλέγοντες, ἐπειδὴ

1 sune/labon Zon., sune/laben *wC.

2 forutou= Zon., u(fantou\ *w, u(fantou= C.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: