previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

10. ἀκούσας δὲ ταῦτα Οὐιτέλλιος αὐτὸς μὲν [p. 236] κατὰ χώραν ἔμεινε, τῇ τε ἄλλῃ τρυφῇ καὶ τότ̣̣̔̓ χρώμενος καὶ ἀγῶνας μονομαχίας τιθείς ῾ἐν οἷ̣̣̓ καὶ Σπόρος μέλλων ἐν κόρης ἁρπαζομένἡ̣̣̓ σχήματι ἐς τὸ θέατρον ἐσαχθήσεσθαι οὐκ ἤνεγκ̣̣̔̓ τὴν ὕβριν ἀλλ᾽ ἑαυτὸν προαπέσφαξἐ, τῷ δὲ δ̣̣̔̓ Ἀλιηνῷ τὸν πόλεμον μεθ᾽ ἑτέρων προσέταξεν̣̣̔̓ [2] Ἀλιηνὸς δὲ ἐς μὲν τὴν Κρεμῶνα ἀφίκετο κἁ̣̣̓ προκατέσχεν αὐτήν, ὁρῶν δὲ τοὺς στρατιώτἁ̣̣̓ τοὺς μὲν ἑαυτοῦ ἔκ τε τῆς τρυφῆς τῆς ἐν τ̣̣̔̓ Ῥώμῃ ἐκδεδιῃτημένους καὶ ἐκ τῆς ἀγυμνασίἁ̣̣̓ διατεθρυμμένους, 1 τοὺς δὲ ἑτέρους καὶ τοῖς σώμασι γεγυμνασμένους καὶ ταῖς ψυχαῖς ἐρρωμένους, [3] ἐφοβεῖτο: καὶ μετὰ τοῦτο ἐπειδὴ καὶ λόγοι αὐτῷ παρὰ τοῦ Πρίμου φίλιοι ἦλθον συνεκάλεσε τοὺς στρατιώτας, καὶ τήν τε τοῦ Οὐιτελλίου ἀσθένειαν καὶ τὴν τοῦ Οὐεσπασιανοῦ ἰσχὺν τόν τε ἑκατέρου τρόπον εἰπὼν μεταστῆναι ἔπεισε. καὶ τότε μὲν τάς τε τοῦ Οὐιτελλίου εἰκόνας ἀπὸ τῶν σημείων καθεῖλον καὶ ὑπὸ τοῦ [4] Οὐεσπασιανοῦ ἀρχθήσεσθαι ὤμοσαν, διαλυθέντες δὲ καὶ ἐς τὰς σκηνὰς ἀναχωρήσαντες μετενόησαν, καὶ ἐξαίφνης σπουδῇ καὶ θορύβῳ πολλῷ συστραφέντες τὸν Οὐιτέλλιον αὐτοκράτορα αὖθις ἀνεκάλουν καὶ τὸν Ἀλιηνὸν ὡς καὶ προδιδόντα σφᾶς ἔδησαν, οὐδὲν οὐδὲ τῆς ὑπατείας αὐτοῦ προτιμήσαντες: τοιαῦτα γὰρ τὰ τῶν πολέμων τῶν ἐμφυλίων μάλιστα ἔργα ἐστίν. ”

1 diateqrumme/nous H. Steph., diateqramme/nous *wC.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: