previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

17. πρὸς οὖν ταῦτα, ἄλλως τε καὶ πελάζοντος ἤδη τοῦ Πρίμου, συνελθόντες οἵ τε ὕπατοι Γάιος Κυΐντιος Ἀττικὸς καὶ Γναῖος Καικίλιος 1 Σίμπλιξ καὶ Σαβῖνος ῾συγγενὴς οὗτος Οὐεσπασιανοὖ τῶν τε ἄλλων οἱ πρῶτοι γνώμας ἐποιήσαντο, καὶ ἐς τὸ παλάτιον ὥρμησαν σὺν τοῖς ὁμογνωμονοῦσί σφισι στρατιώταις ὡς πείσοντες καὶ καταναγκάσοντες [2] τὸν Οὐιτέλλιον τὴν ἀρχὴν ἀπειπεῖν. καὶ περιπεσόντες τοῖς Κελτοῖς τοῖς φρουροῦσιν αὐτὸν κακῶς ἀπήλλαξαν, κἀκ τούτου ἔς τε τὸ Καπιτώλιον ἀνέφυγον, κἀνταῦθα τὸν Δομιτιανὸν 2 τὸν τοῦ Οὐεσπασιανοῦ υἱὸν καὶ τοὺς συγγενεῖς αὐτοῦ [3] μεταπεμψάμενοι ἐν φυλακῇ ἐποιήσαντο. τῇ δ᾽ ὑστεραίᾳ προσβαλόντων σφίσι τῶν ἐναντίων χρόνον μέν τινα ἀπεκρούσαντο αὐτούς, ἐμπρησθέντων δὲ τῶν περὶ τὸ Καπιτώλιον ἀνεκόπησαν ὑπὸ τοῦ πυρός. καὶ οὕτως ἐπαναβάντες οἱ τοῦ Οὐιτελλίου στρατιῶται ἐκείνων τε συχνοὺς ἐφόνευσαν, καὶ διαρπάσαντες πάντα τὰ ἀνακείμενα κατέπρησαν ἄλλα τε καὶ τὸν ναὸν τὸν μέγαν, τόν τε Σαβῖνον καὶ τὸν Ἀττικὸν συλλαβόντες [4] πρὸς τὸν Οὐιτέλλιον ἔπεμψαν. Δομιτιανὸς δὲ καὶ Σαβῖνος τοῦ Σαβίνου παῖς ἐν τῷ πρώτῳ θορύβῳ διαφυγόντες ἐκ τοῦ Καπιτωλίου [p. 250] καὶ ἐς οἰκίας τινὰς κατακρυφθέντες ἐλελήθεσαν.” Xiph. 198, 17-200, 25 R. St. “ ”

1 *kaiki/lios Reim., keki/lios *wC.

2 *domitiano\n H. Steph., dometiano\n *wC (and similary in § 4)

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: