previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

3. τῷ δὲ δὴ Γάλλῳ Τιβέριος, τῷ τήν τε γυναῖκα αὐτοῦ ἀγαγομένῳ 1 καὶ τῇ περὶ τῆς ἀρχῆς παρρησίᾳ χρησαμένῳ, 2 καιρὸν λαβὼν ἐπέθετο. ἐπειδὴ γὰρ τὸν Σεϊανὸν ἤτοι καὶ ἀληθῶς ὡς αὐταρχήσοντα 3 καὶ τῷ τοῦ Τιβερίου δέει θεραπεύων, [2] καὶ ἐξ ἐπιβουλῆς, ἵνα καὶ αὐτῷ ἐκείνῳ διὰ κόρου γενόμενος φθαρῇ, τά τε πλείω οἱ καὶ τὰ μείζω ἐσηγήσατο καὶ ἐν τοῖς πρεσβευταῖς γενέσθαι ἐσπούδασεν, ἐπέστειλε περὶ αὐτοῦ τῇ βουλῇ τά τε ἄλλα καὶ ὅτι τῷ Σεϊανῷ τῆς πρὸς ἑαυτὸν φιλίας φθονοίη, καίπερ αὐτὸς Συριακῷ φίλῳ [3] χρώμενος. καὶ ταῦτα οὐκ ἐξέφηνε τῷ Γάλλῳ, ἀλλὰ καὶ πάνυ αὐτὸν ἐδεξιώσατο, ὥστε συμβῆναί οἱ 4 πρᾶγμα παραδοξότατον, καὶ μηδενὶ ἄλλῳ συνηνέχθη: ἐν γὰρ τῇ αὐτῇ ἡμέρᾳ παρά τε τῷ Τιβερίῳ εἱστιάθη καὶ φιλοτησίας ἔπιε, καὶ ἐν τῷ βουλευτηρίῳ κατεψηφίσθη, ὥστε καὶ στρατηγὸν τὸν δήσοντά τε 5 αὐτὸν καὶ πρὸς τὴν τιμωρίαν 6 [4] ἀπάξοντα 7 πεμφθῆναι. καὶ μέντοι τοῦθ᾽ οὕτως Τιβέριος πράξας οὐδ᾽ ἀποθανεῖν αὐτῷ ἐθελήσαντι, [p. 192] ἐπειδὴ τάχιστα τῶν δεδογμένων ᾔσθετο, 8 ἐπέτρεψεν, ἀλλ᾽ ἐκείνῳ τε, ἵνα ἐπὶ πλεῖστον κακωθείη, θαρσεῖν ἐκέλευσε καὶ τῇ βουλῇ 9 ἐνετείλατο ὅπως ἐν φυλακῇ ἀδέσμῳ , μέχρις ἂν αὐτὸς ἐς τὴν πόλιν ἀφίκηται, ἵν᾽, ὅπερ εἶπον, ἐπὶ μακρότατον καὶ τῇ ἀτιμίᾳ ἅμα καὶ τῷ φόβῳ ταλαιπωρήσειε. [5] καὶ ἔσχεν οὕτως: πρός τε γὰρ τῶν ἀεὶ ὑπάτων ἐτηρεῖτο ῾ἔξω τῆς τοῦ Τιβερίου ἀρχῆς: τότε γὰρ πρὸς τῶν στρατηγῶν ἐφυλάχθἠ, οὐχ ἵνα μὴ φύγῃ, ἀλλ᾽ 10 ἵνα μὴ τελευτήσῃ, καὶ οὔτε ἑταῖρός τις οὔτ᾽ οἰκέτης αὐτῷ συνεγίγνετο, οὔτ᾽ ἐλάλει τινὶ οὔθ᾽ 11 ἑώρα τινὰ πλὴν ὁπότε 12 τροφὴν [6] λαβεῖν ἠναγκάζετο. καὶ ἦν αὕτη τοιαύτη καὶ τοσαύτη ὥστε μήτε τινὰ ἡδονὴν καὶ 13 ῥώμην αὐτῷ παρασχεῖν μήτ᾽ ἀποθανεῖν αὐτὸν ἐᾶν: τοῦτο γὰρ ἦν τὸ δεινότατον. καὶ ἐπ᾽ ἄλλων συχνῶν Τιβέριος ἐποίει: δήσας γοῦν τινα τῶν ἑταίρων, ἔπειτα λόγου περὶ τῆς θανατώσεως αὐτοῦ γενομένου ἔφη ὅτιοὐδέπω αὐτῷ διήλλαγμαι.’ [7] ἕτερον μέντοι τινὰ καὶ πάνυ ἰσχυρῶς βασανίσας, ἔπειτα γνοὺς ὅτι ἀδίκως κατηγορήθη, καὶ πάνυ σπουδῇ ἀπέκτεινεν, εἰπὼν ὅτι χαλεπωτέρως ὕβρισται ὥστε καλῶς δύνασθαι ζῆν. Συριακὸς δ᾽ οὔτ᾽ ἀδικήσας τι οὔτ᾽ αἰτιαθείς, ἀλλὰ καὶ ἐπὶ παιδείᾳ ἐλλόγιμος ὤν, 14 ἐσφάγη διὰ τοῦτο μόνον ὅτι φίλον αὐτὸν τοῦ Γάλλου Τιβέριος εἶπεν εἶναι.” Exc. Val. 191 (p. 667), Xiph. 144, 19-145, 22.[p. 194] [8] ὅτι Σεϊανὸς καὶ τὸν Δροῦσον διέβαλε διὰ τῆς γυναικὸς αὐτοῦ. πάσας γὰρ ὡς εἰπεῖν τὰς τῶν ἐπιφανῶν ἀνδρῶν γαμετὰς μοιχεύων τά τε λεγόμενα καὶ πραττόμενα ὑπ᾽ ἐκείνων ἐμάνθανε, καὶ προσέτι καὶ συνεργούς σφας ὡς καὶ γαμηθησομένας οἱ ἐποιεῖτο. ἐπεὶ δὲ Τιβέριος ἁπλῶς τὸν Δροῦσον ἐς τὴν Ῥώμην ἔπεμψεν, Σεϊανὸς δείσας μὴ μεταβάληται, ἔπεισε τὸν Κάσσιον χρηματίσαι τι κατ᾽ αὐτοῦ.” Exc. Val. 192 (p. 669).[9] τὸν δὲ Σεϊανὸν Τιβέριος ἐπὶ μέγα δόξης ἐπάρας καὶ κηδεστὴν ἐπὶ Ἰουλίᾳ τῇ τοῦ Δρούσου θυγατρὶ ποιησάμενος ὕστερον ἔκτεινε.” Zon. 11, 2 (p. 8, 31-9, 1 D.). “ ”

1 a)gagome/nw| Pflugk, a)gome/nw| *wCL'.

2 parrhsi/a| xrhsame/nw| *wC, xrhsame/nw| parrhsi/a| L'.

3 au)tarxh/sonta Val., au)tarxh/santa cod. Peir.

4 oi( cod. Peir., au)tw=| *wCL'.

5 te om. cod. Peir.

6 timwri/an cod. Peir. L', e)cori/an *w, e)cwri/an C.

7 a)pa/conta cod. Peir., a)/conta *wL', a)/contes C.

8 h)/|sqeto L', kaq' e(\n *w, space left in C.

9 e)ke/leuse kai\ th=| boulh=| supplied by Sylburg.

10 ou)x i(/na mh\ fu/gh| (fa/gh| C) a)ll' *wC, i(/na mh\ fu/gh| ou) ma\ di/' L'.

11 ou)/q' L', ou)x *wC.

12 o(po/te Bk., o(po/tan *wCL'.

13 h)\ kai\ *wC, kai\ L'.

14 e)llo/gimos w)\n L' (and *w by corr.), a)llo\ w)\n (sic) *w first hand, a)ll' o(/mws w)\n C.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: