previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

1. Λατιάριος 1 δέ τις ἑταῖρος Σαβίνου ἀνδρὸς τῶν πρώτων ἐν Ῥώμῃ, τῷ Σεϊανῷ χαριζόμενος, ἐς τὴν τοῦ οἰκήματος ἐν διῃτᾶτο ὀροφὴν βουλευτὰς κατακρύψας ὑπηγάγετο τὸν Σαβῖνον ἐς λόγους, καί τι εἰπὼν ὧν εἰώθει, ἐπεσπάσατο καὶ ἐκεῖνον [2] πάνθ᾽ ὅσα ἐφρόνει ἐκλαλῆσαι. τῶν γάρ τοι συκοφαντεῖν ἐθελόντων ἔργον ἐστὶ λοιδορίας τέ τινος προκατάρχεσθαι καὶ ἀπόρρητόν τι ἐκφαίνειν, ἵνα ἀκούσας τι αὐτὸς καὶ ὅμοιόν τι εἰπὼν αἰτιαθῇ: τοῖς μὲν γάρ, ἅτε ἐκ παρασκευῆς τοῦτο δρῶσιν, ἀκίνδυνός ἐστιν παρρησία ῾οὐ γὰρ ὡς καὶ φρονοῦντές τινα, ἀλλ᾽ ὡς ἑτέρους ἐλέγξαι [p. 186] βουλόμενοι λέγειν αὐτὰ πιστεύονταἰ, οἱ δ᾽ τι ἂν καὶ τὸ βραχύτατον ἔξω τοῦ καθεστηκότος [3] εἴπωσι, κολάζονται. ὅπερ καὶ τότε ἐγένετο: ἔς τε γὰρ τὸ δεσμωτήριον αὐθημερὸν Σαβῖνος κατετέθη, καὶ μετὰ τοῦτο ἄκριτος 2 ἐφθάρη, τό τε σῶμα αὐτοῦ κατὰ τῶν ἀναβασμῶν ἐρρίφη καὶ ἐς τὸν ποταμὸν ἐνεβλήθη. καὶ δεινὸν μὲν τοῦτο τὸ πάθος καὶ καθ᾽ ἑαυτὸ ἅπασιν ἦν, ἐδείνωσε δ᾽ αὐτὸ ἐπὶ πλέον κύων τις τοῦ Σαβίνου, συνεσελθών τε αὐτῷ ἐς τὸ οἴκημα καὶ ἀποθανόντι παραμείνας καὶ τέλος καὶ ἐς τὸν ποταμὸν συνεσπεσών. ”

1 *latia/rios Xyl., r(atia/rios *wCL'.

2 a)/kritos v. Hers., a)kri/tws *wCL'.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: