previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

18. δοθῆναι ἔγνωσαν. δ᾽ οὖν Τιβέριος ἐπῄνεσε μὲν αὐτούς, καὶ χάριν δῆθεν τῆς εὐνοίας σφίσιν ἔγνω, τὸ δὲ δὴ πρᾶγμα ὡς καὶ ἄηθες διεκρούσατο: οὐ γὰρ οὕτως εὐήθης ἦν ὥστ᾽ αὐτοῖς γε ἐκείνοις, οὕς τε ἐμίσει καὶ ὑφ᾽ ὧν ἐμισεῖτο, ξίφη δοῦναι. [2] ἀμέλει καὶ ἐξ αὐτῶν τούτων προσυποτοπήσας σφᾶς ῾πᾶν γὰρ τι ἄν τις παρὰ τὴν ἀλήθειαν ἐπὶ κολακείᾳ ποιῇ ὑποπτεύεταἰ τοῖς μὲν ἐκείνων ψηφίσμασι μακρὰ χαίρειν ἔφρασε, τοὺς δὲ δορυφόρους καὶ λόγοις καὶ χρήμασι, καίπερ τὰ τοῦ Σεϊανοῦ φρονήσαντας εἰδώς, ἐτίμησεν, ἵνα αὐτοῖς [3] προθυμοτέροις κατ᾽ αὐτῶν χρῆσθαι ἔχῃ. ἔστι μὲν γὰρ ὅτε καὶ τοὺς βουλευτὰς αὖθις ἐπῄνεσεν, ἐπεί σφισιν ἐκ τοῦ δημοσίου τὸ ἀργύριον δοθῆναι ἐψηφίσαντο: οὕτω δὲ δὴ ἀκριβῶς τοὺς μὲν τῷ [p. 232] λόγῳ ἀντεξηπάτα τοὺς δὲ τῷ ἔργῳ προσηταιρίζετο, ὥστε καὶ Ἰούνιον 1 Γαλλίωνα, 2 θέαν τοῖς διαστρατευσαμένοις αὐτῶν 3 ἐν τῇ τῶν ἱππέων ἕδρᾳ [4] δίδοσθαι ἐσηγησάμενον, μὴ μόνον φυγαδεῦσαι, αὐτὸ τοῦτο ἐπικληθέντα ὅτι σφᾶς ἀναπείθειν ἐδόκει τῷ κοινῷ μᾶλλον ἑαυτῷ εὐνοεῖν, ἀλλὰ καὶ ἐπειδὴ ἔγνω αὐτὸν ἐς Λέσβον ἀπαίρειν, τῆς τε ἐκεῖ ἀσφαλοῦς εὐδαιμονίας ἀφελέσθαι καὶ ἐς φυλακὴν τοῖς ἄρχουσιν, ὥσπερ ποτὲ τὸν Γάλλον, [5] παραδοῦναι. καὶ ἵνα γε ἐπὶ μᾶλλον ἑκατέρους πείσῃ ὅπως περὶ ἀμφοτέρων αὐτῶν φρονοίη, ᾐτήσατο παρὰ τῆς βουλῆς οὐ πολλῷ ὕστερον, ἀρκεῖν οἱ φήσας, 4 τόν τε Μάκρωνα καί τινας 5 χιλιάρχους ἐς τὸ συνέδριον ἐσάγεσθαι. οὐ γάρ που καὶ ἐδεῖτό 6 τι αὐτῶν, ὅς γε οὐδὲ ἐς τὴν πόλιν ἔτι ἐσελθεῖν ἐνενόει, ἀλλὰ τό τε ἐκείνων μῖσος καὶ τὴν τῶν στρατιωτῶν εὔνοιαν ἐνδείξασθαί σφισιν [6] ἠθέλησε. καὶ τοῦτο καὶ αὐτοὶ οἱ βουλευταὶ ὡμολόγησαν: τῷ γοῦν 7 δόγματι προσενέγραψαν ὥστε ἔρευνάν σφων συνιόντων, μὴ καὶ ξιφίδιόν τις ὑπὸ μάλης ἔχῃ, γίγνεσθαι. ”

1 *)iou/nion R. Steph., ou)i(nion M.

2 *galli/wna Xyl., gallh=non galli/wna M, galli/non cod. Peir.

3 au)tw=n R Steph., au)to\n M cod. Peir.

4 fh/sas supplied by Capps; cf. lx. 10, 2 (a)rkou=n ei)=nai fh/sas'.

5 tinas supplied by Rk.; cf. Tac. Ann. vi. 15 (ut#3ue Macro praefectus tribunorum#3ue et centurionum pauci secum introirent, #3uotiens curiam ingrederetur, petivit'.

6 e)dei=to/ R. Steph., e)de/eto/ M.

7 gou=n Bk., d' ou)=n M.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: