previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

22. Δροῦσος δὲ παῖς αὐτοῦ φαρμάκῳ διώλετο. γὰρ Σεϊανὸς ἐπί τε τῇ ἰσχύι καὶ ἐπὶ τῷ ἀξιώματι ὑπερμαζήσας τά τε ἄλλα ὑπέρογκος ἦν, καὶ τέλος καὶ ἐπὶ τὸν Δροῦσον ἐτράπετο καί ποτε πὺξ [2] αὐτῷ ἐνέτεινε. φοβηθείς τε ἐκ τούτου καὶ ἐκεῖνον καὶ τὸν Τιβέριον, καὶ ἅμα καὶ 1 προσδοκήσας, ἂν τὸν νεανίσκον ἐκποδὼν ποιήσηται, καὶ τὸν γέροντα ῥᾷστα μεταχειριεῖσθαι, φάρμακόν τι αὐτῷ διά τε τῶν ἐν τῇ θεραπείᾳ αὐτοῦ ὄντων καὶ διὰ τῆς γυναικὸς αὐτοῦ, ἥν τινες Λιουίλλαν ὀνομάζουσιν, 2 ἔδωκε: καὶ γὰρ καὶ ἐμοίχευεν αὐτήν. [p. 176] [3] αἰτίαν μὲν γὰρ Τιβέριος ἔλαβεν, ὅτι μήτε νοσοῦντος τοῦ Δρούσου μήτ᾽ ἀποθανόντος ἔξω τι τῶν συνήθων ἔπραξε, μηδὲ 3 τοῖς ἄλλοις ποιῆσαι ἐπέτρεψεν: οὐ μέντοι καὶ πιστὸς λόγος. τοῦτό τε γὰρ ἀπὸ γνώμης ἐπὶ πάντων ὁμοίως ἔπραττε, καὶ τῷ υἱεῖ ἅτε καὶ μόνῳ καὶ γνησίῳ ὄντι προσέκειτο, [4] τοὺς τε χειρουργήσαντας τὸν ὄλεθρον αὐτοῦ, τοὺς μὲν εὐθὺς τοὺς δὲ μετὰ ταῦτα, ἐκόλασε. τότε δ᾽ οὖν ἐσῆλθέ τε ἐς τὸ συνέδριον, καὶ τὸν προσήκοντα ἐπὶ τῷ παιδὶ ἔπαινον ποιησάμενος οἴκαδε ἐκομίσθη.” Xiph. 137, 17-140, 7. μὲν οὖν οὕτως διώλετο, 4 δέ γε Τιβέριος εἰς τὸ συνέδριον ἀφικόμενος ἐκεῖνόν τε ἀπωδύρατο καὶ τὸν Νέρωνα τόν τε Δροῦσον τοὺς τοῦ Γερμανικοῦ παῖδας τῇ γερουσίᾳ παρακατέθετο, καὶ τὸ σῶμα τοῦ Δρούσου προυτέθη ἐπὶ τοῦ βήματος, καὶ Νέρων γαμβρὸς αὐτοῦ ὢν ἐπαίνους ἐπ᾽ αὐτῷ εἶπεν. δὲ δὴ θάνατος αὐτοῦ πολλοῖς αἴτιος θανάτου ἐγένετο ὡς ἐφησθεῖσι τῇ ἀπωλείᾳ αὐτοῦ. πολλοί τε γὰρ καὶ ἄλλοι διώλοντο καὶ Ἀγριππῖνα μετὰ τῶν παίδων αὐτῆς, τοῦ νεωτάτου χωρίς. πολλὰ γὰρ κατ᾽ αὐτῆς Σεϊανὸς 5 παρώξυνε τὸν Τιβέριον, προσδοκήσας ἐκείνης μετὰ τῶν τέκνων ἀπολομένης τῇ τε Λιβίᾳ συνοικήσειν τῇ τοῦ Δρούσου γυναικί, ἧς ἤρα, καὶ τὸ κράτος ἕξειν μηδενὸς τῷ Τιβερίῳ διαδόχου τυγχάνοντος: τὸν γὰρ υἱιδοῦν ἐμίσει ὡς καὶ μοιχίδιον. καὶ ἄλλους δὲ πολλοὺς ἐπὶ ἄλλαις καὶ ἄλλαις αἰτίαις, ταῖς δέ γε πλείοσι πεπλασμέναις, καὶ ἐφυγάδευσε καὶ διέφθειρε.” Zon. 11, 2 (p. 7, 11-28 D.).[p. 178] [5] ἀπεῖπε δὲ Τιβέριος τοῖς πυρὸς καὶ ὕδατος εἰρχθεῖσι μὴ διατίθεσθαι: καὶ τοῦτο καὶ νῦν φυλάττεται. Αἴλιον δὲ Σατορνῖνον, 6 ὡς καὶ ἔπη τινὰ ἐς αὐτὸν οὐκ ἐπιτήδεια ἀπορρίψαντα, 7 ὑπό τε τὴν βουλὴν ὑπήγαγε καὶ ἁλόντα ἀπὸ τοῦ

1 a(/ma kai\ om. L'.

2 h(/n tines *lioui/llan o)noma/zousin Xyl., h(/n tines loui/lan o)noma/zousin *wCL', h(\n *)iouli/an e(/teroi de\ *libi/an gra/fousi Zon. Bs. suggests that Dio srote h(/n tines me\n *lioui/llan e(/teroi de\ *lioui/an o)noma/zousin (in § 4b inf. Zon. has *libi/a, in lviii. 11 and 24 M has *lioui/lla).

3 mhde\ Bk., mh/te *wCL'.

4 dial(??)to AE, a)pw/leto BCc.

5 *sei+ano\s A, siano\s BCEc.

6 *satorni=non *(satorni/non' R. Steph., satwrni/non *wCL'.

7 a)porri/yanta L', a)porra/yanta *wC.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: