previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

14. δ᾽ ὅτε τοῦ ἀνταγωνιστοῦ ἐστερήθη. λέξω δὲ καὶ κατὰ τοὺς καιροὺς ὡς ἕκαστα ἐγένετο, ὅσα γε καὶ μνήμης ἄξιά ἐστιν. ἐπὶ μὲν τοῦ Δρούσου τοῦ υἱέος αὐτοῦ Γαΐου τε Νωρβανοῦ ὑπάτων τῷ δήμῳ τὰ καταλειφθέντα ὑπὸ τοῦ Αὐγούστου ἀπέδωκεν, ἐπειδὴ προσελθών τις πρὸς νεκρὸν διὰ τῆς ἀγορᾶς ἐκφερόμενον καὶ πρὸς τὸ οὖς αὐτοῦ προσκύψας ἐψιθύρισέ τι, καὶ ἐρομένων τῶν ἰδόντων τι εἰρήκοι, ἐντετάλθαι ἔφη τῷ Αὐγούστῳ ὅτι οὐδέπω οὐδὲν ἐκομίσαντο. [2] ἐκεῖνον μὲν γὰρ αὐτίκα ἀπέκτεινεν, ἵνα αὐτάγγελος αὐτῷ, ὥς που καὶ ἐπισκώπτων εἶπε, γένηται, τοὺς δ᾽ ἄλλους οὐκ ἐς μακρὰν ἀπήλλαξε, κατὰ πέντε καὶ ἑξήκοντα δραχμὰς διανείμας. [3] καὶ τοῦτο μὲν τῷ προτέρῳ ἔτει γενέσθαι τινὲς λέγουσι: τότε δὲ ἱππέων τινῶν ἐν τοῖς ἀγῶσιν [p. 146] οὓς Δροῦσος ὑπέρ τε ἑαυτοῦ καὶ ὑπὲρ τοῦ Γερμανικοῦ διέθηκε 1 μονομαχῆσαι ἐθελησάντων τὸν μὲν ἀγῶνα αὐτῶν οὐκ εἶδε, σφαγέντος δὲ τοῦ ἑτέρου τὸν ἕτερον οὐκέτ᾽ εἴασεν ὁπλομαχῆσαι. [4] ἐγένοντο δὲ καὶ ἄλλαι ἐν τῇ τῶν τοῦ Αὐγούστου γενεσίων ἱπποδρομίᾳ μάχαι, καί τινα καὶ θηρία ἐσφάγη. καὶ τοῦτο μὲν καὶ ἐπὶ πολλὰ ἔτη οὕτως ἐποιήθη: τότε δὲ Κρήτη τοῦ ἄρχοντος αὐτῆς ἀποθανόντος τῷ τε ταμίᾳ καὶ τῷ παρέδρῳ αὐτοῦ τὸν λοιπὸν χρόνον προσετάχθη. [5] ἐπειδή τε συχνοὶ τῶν τὰ ἔθνη κληρουμένων ἐπὶ πολὺ ἔν τε τῇ Ῥῴμῃ καὶ ἐν τῇ λοιπῇ Ἰταλίᾳ ἐνδιέτριβον, ὥστε τοὺς προάρξαντας αὐτῶν παρὰ τὸ καθεστηκὸς χρονίζειν, ἐκέλευσέ σφισιν ἐντὸς τῆς τοῦ Ἰουνίου νουμηνίας ἀφορμᾶσθαι. [6] κἀν τούτῳ τοῦ ἐκγόνου 2 αὐτοῦ, ὃν ἐκ τοῦ Δρούσου εἶχε, τελευτήσαντος οὐδὲν τι τῶν συνήθων οὐκ ἔπραξε, μήτ᾽ ἄλλως ἀξιῶν τὸν ἄρχοντά τινων πρὸς τὰς ἰδίας συμφορὰς τῆς τῶν κοινῶν ἐπιμελείας ἐξίστασθαι, καὶ τοὺς λοιποὺς ἐθίζων 3 μὴ διὰ τοὺς οἰχομένους καὶ τὰ τῶν ζώντων προΐεσθαι. [7] τοῦ τε ποταμοῦ τοῦ Τιβέριδος πολλὰ τῆς πόλεως κατασχόντος ὥστε πλευσθῆναι, οἱ μὲν ἄλλοι ἐν τέρατος λόγῳ καὶ τοῦτο, ὥσπερ που τό τε μέγεθος τῶν σεισμῶν ὑφ᾽ ὧν καὶ μέρος τι τοῦ τείχους ἔπεσε, καὶ τὸ πλῆθος τῶν κεραυνῶν ὑφ᾽ ὧν καὶ οἶνος ἐξ ἀγγείων ἀθραύστων ἐξετάκη, [8] ἐλάμβανον, ἐκεῖνος δὲ δὴ νομίσας ἐκ πολυπληθίας [p. 148] ναμάτων αὐτὸ γεγονέναι πέντε ἀεὶ βουλευτὰς κληρωτοὺς ἐπιμελεῖσθαι τοῦ ποταμοῦ προσέταξεν, ἵνα μήτε τοῦ χειμῶνος πλεονάζῃ μήτε τοῦ θέρους ἐλλείπῃ, ἀλλ᾽ ἴσος ὅτι μάλιστα ἀεὶ ῥέῃ. [9] Τιβέριος μὲν ταῦτα ἔπραττεν, δὲ δὴ Δροῦσος τὰ μὲν τῇ ὑπατείᾳ προσήκοντα ἐξ ἴσου τῷ συνάρχοντι ὥσπερ τις ἰδιώτης διετέλεσε, καὶ κληρονόμος γε ὑπό τινος καταλειφθεὶς τὸ σῶμα αὐτοῦ συνεξήνεγκε, τῇ μέντοι ὀργῇ οὕτω χαλεπῇ ἐχρῆτο ὥστε καὶ πληγὰς ἱππεῖ ἐπιφανεῖ δοῦναι καὶ διὰ τοῦτο καὶ Κάστωρ παρωνύμιον λαβεῖν. [10] τῇ τε μέθῃ κατακορὴς οὕτως ἐγίγνετο ὥστε ποτὲ νυκτὸς ἐμπρησθεῖσί τισιν ἐπικουρῆσαι μετὰ τῶν δορυφόρων ἀναγκασθείς, ὕδωρ αὐτῶν αἰτούντων, θερμόν σφισιν ἐγχέαι κελεῦσαι. τοῖς τε ὀρχησταῖς οὕτω προσέκειτο ὥστε καὶ στασιάζειν αὐτοὺς καὶ μηδ᾽ ὑπὸ τῶν νόμων, οὓς Τιβέριος ἐπ᾽ αὐτοῖς ἐσενηνόχει, καθίστασθαι. ”

1 die/qhke Bs., dh\ die/qhke M.

2 e)kgo/nou M, e)ggo/nou Xiph. Zon.

3 e)qi/zwn Leuncl., kaqi/zwn M.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: