previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

15. τότε μὲν ταῦτ᾽ ἐγένετο, Στατιλίου δὲ Ταύρου μετὰ Λουκίου Λίβωνος ὑπατεύσαντος Τιβέριος ἀπεῖπε μὲν ἐσθῆτι σηρικῇ μηδένα ἄνδρα χρῆσθαι, ἀπεῖπε δὲ καὶ χρυσῷ σκεύει μηδένα πλὴν πρὸς [2] τὰ ἱερὰ νομίζειν. ἐπεί τε διηπόρησάν τινες εἰ καὶ τὰ ἀργυρᾶ τὰ χρυσοῦν τι ἔμβλημα ἔχοντα ἀπηγορευμένον σφίσιν εἴη κεκτῆσθαι, βουληθεὶς [p. 150] καὶ περὶ τούτου τι δόγμα ποιῆσαι, ἐκώλυσεν ἐς αὐτὸ τὸ ὄνομα τὸ τοῦ ἐμβλήματος ὡς καὶ Ἑλληνικὸν ἐμβληθῆναι, καίτοι μὴ ἔχων ὅπως ἐπιχωρίως [3] αὐτὸ ὀνομάσῃ. ἐκεῖνό τε οὖν οὕτως ἐποίησε, καὶ ἑκατοντάρχου ἑλληνιστὶ ἐν τῷ συνεδρίῳ μαρτυρῆσαί τι ἐθελήσαντος οὐκ ἠνέσχετο, καίπερ πολλὰς μὲν δίκας ἐν τῇ διαλέκτῳ ταύτῃ καὶ ἐκεῖ λεγομένας ἀκούων, πολλὰς δὲ καὶ αὐτὸς [4] ἐπερωτῶν. τοῦτό τε οὖν οὐχ ὁμολογούμενον ἔπραξε, καὶ Λούκιον Σκριβώνιον Λίβωνα, νεανίσκον εὐπατρίδην δόξαντά τι νεωτερίζειν, τέως μὲν ἔρρωτο, οὐκ ἔκρινε, νοσήσαντα δὲ ἐπιθάνατον 1 ἔν τε σκιμποδίῳ καταστέγῳ, ὁποίῳ αἱ τῶν βουλευτῶν γυναῖκες χρῶνται, ἐς τὴν γερουσίαν [5] ἐσεκόμισε, καὶ ἐπειδὴ ἀναβολῆς τινος γενομένης ἑαυτὸν προαπεχρήσατο, καὶ τελευτήσαντα εὔθυνε, τά τε χρήματα αὐτοῦ τοῖς κατηγόροις διέδωκε, 2 καὶ θυσίας ἐπ᾽ αὐτῷ οὐχ ἑαυτοῦ μόνον ἕνεκα ἀλλὰ καὶ τοῦ Αὐγούστου τοῦ τε πατρὸς αὐτοῦ τοῦ Ἰουλίου, καθάπερ ποτὲ ἐδέδοκτο, ψηφισθῆναι [6] ἐποίησε. ταῦτα δὲ περὶ τοῦτον πράξας, Οὐιβίῳ 3 Ῥούφῳ οὔτε ἐνεκάλεσέ τι ἀρχὴν ὅτι τῷ τοῦ Καίσαρος δίφρῳ, ἐφ᾽ οὗ ἀεί ποτε ἐκαθίζετο καὶ ἐφ᾽ οὗ καὶ ἐσφάγη, ἐχρῆτο. τοῦτό τε γὰρ Ῥοῦφος ἐπιτηδεύσας ἔπραττε, καὶ τῇ τοῦ Κικέρωνος γυναικὶ συνῴκει, σεμνυνόμενος ἐφ᾽ ἑκατέρῳ ὥσπερ διὰ τὴν γυναῖκα ῥήτωρ διὰ τὸν [7] δίφρον Καῖσαρ ἐσόμενος. οὐ μὴν οὔτε αἰτίαν [p. 152] τινὰ ἐπὶ τούτῳ ἔσχε καὶ προσέτι καὶ ὑπάτευσε. καὶ μέντοι τῷ τε Θρασύλλῳ ἀεὶ συνὼν καὶ μαντείᾳ τινὶ καθ᾽ ἑκάστην ἡμέραν χρώμενος, αὐτός τε ἀκριβῶν οὕτω τὸ πρᾶγμα ὥστε ποτὲ ὄναρ δοῦναί τινι ἀργύριον κελευσθεὶς συνεῖναί τε ὅτι δαίμων τις ἐκ γοητείας οἱ ἐπιπέμπεται καὶ [8] τὸν ἄνθρωπον ἀποκτεῖναι, πάντας τοὺς ἄλλους τούς τε ἀστρολόγους καὶ τοὺς γόητας, εἴ τέ τινα ἕτερον καὶ ὁποιονοῦν τρόπον ἐμαντεύετό τις, τοὺς μὲν ξένους ἐθανάτωσε, τοὺς δὲ πολίτας, ὅσοι καὶ τότε ἔτι, μετὰ τὸ πρότερον δόγμα δι᾽ οὗ ἀπηγόρευτο μηδὲν τοιοῦτον ἐν τῇ πόλει μεταχειρίζεσθαι, ἐσηγγέλθησαν τῇ τέχνῃ χρώμενοι, ὑπερώρισε: [9] τοῖς γὰρ πειθαρχήσασιν αὐτῶν ἄδεια ἐδόθη. καὶ σύμπαντες δ᾽ ἂν οἱ πολῖται καὶ παρὰ γνώμην αὐτοῦ ἀφείθησαν, εἰ μὴ δήμαρχός τις ἐκώλυσεν. ἔνθα δὴ καὶ μάλιστα ἄν τις τὸ τῆς δημοκρατίας σχῆμα κατενόησεν, ὅτι βουλὴ τοῦ τε Δρούσου καὶ τοῦ Τιβερίου, συνέπαινος Γναίῳ Καλπουρνίῳ Πίσωνι 4 γενομένη, κατεκράτησε, καὶ αὐτὴ ὑπὸ τοῦ δημάρχου ἡττήθη. ”

1 e)piqa/naton Bk., e)pi\ qa/naton M.

2 die/dwke Reim., e)dedw/kei M.

3 *ou)ibi/w| Bk., ou)eioui/wi M.

4 *pi/swni R. Steph., pei/swni M.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: