previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

38. κἀν ταῖς αὐταῖς ἡμέραις Πομπήιος τὸ θέατρον, καὶ νῦν λαμπρυνόμεθα, καθιέρωσε, καὶ ἔν τε ἐκείνῳ θέαν καὶ μουσικῆς καὶ ἀγῶνος γυμνικοῦ κἀν τῷ ἱπποδρόμῳ καὶ ἵππων ἅμιλλαν καὶ θηρίων πολλῶν καὶ παντοδαπῶν σφαγὰς [2] ἐποίησεν. λέοντές τε γὰρ πεντακόσιοι ἐν πέντε ἡμέραις ἀναλώθησαν, καὶ ἐλέφαντες ὀκτωκαίδεκα πρὸς ὁπλίτας ἐμαχέσαντο. καὶ αὐτῶν οἱ μὲν παραχρῆμα ἀπέθανον, οἱ δὲ οὐ πολλῷ ὕστερον. ἠλεήθησαν γάρ τινες ὑπὸ τοῦ δήμου παρὰ τὴν τοῦ Πομπηίου γνώμην, ἐπειδὴ τραυματισθέντες [p. 362] [3] τῆς μάχης ἐπαύσαντο, καὶ περιιόντες τάς τε προβοσκίδας ἐς τὸν οὐρανὸν ἀνέτεινον καὶ ὠλοφύροντο οὕτως ὥστε καὶ λόγον παρασχεῖν ὅτι οὐκ ἄλλως ἐκ συντυχίας αὐτὸ ἐποίησαν, ἀλλὰ τούς τε ὅρκους οἷς πιστεύσαντες ἐκ τῆς Λιβύης ἐπεπεραίωντο ἐπιβοώμενοι καὶ τὸ δαιμόνιον πρὸς [4] τιμωρίαν σφῶν ἐπικαλούμενοι. λέγεται γὰρ ὅτι οὐ πρότερον τῶν νεῶν ἐπέβησαν πρὶν πίστιν παρὰ τῶν ἀγόντων σφᾶς ἔνορκον λαβεῖν, μὴν μηδὲν κακὸν πείσεσθαι. καὶ τοῦτο μὲν εἴτ᾽ ὄντως [5] οὕτως εἴτε καὶ ἄλλως πως ἔχει, οὐκ οἶδα: ἤδη γάρ τινες καὶ ἐκεῖνο εἶπον, ὅτι πρὸς τῷ τῆς φωνῆς τῆς πατριώτιδος αὐτοὺς ἐπαΐειν 1 καὶ τῶν ἐν τῷ οὐρανῷ γιγνομένων συνιᾶσιν, ὥστε καὶ ἐν ταῖς νουμηνίαις, πρὶν ἐς ὄψιν τοῖς ἀνθρώποις τὴν σελήνην ἐλθεῖν, πρός τε ὕδωρ ἀείνων 2 ἀφικνεῖσθαι [6] κἀνταῦθα καθαρμόν τινά σφων ποιεῖσθαι. ἤκουσα μὲν δὴ ταῦτα, ἤκουσα δὲ καὶ ἐκεῖνο, ὅτι τὸ θέατρον τοῦτο οὐχ Πομπήιος ἐποίησεν, ἀλλὰ καὶ Δημήτριός τις ἀπελεύθερος αὐτοῦ, ἐκ τῶν χρημάτων ὧν συστρατευόμενός οἱ ἐπεπόριστο. ὅθενπερ καὶ τὴν ἐπωνυμίαν τοῦ ἔργου δικαιότατα αὐτῷ ἀνέθηκεν, ἵνα μὴ μάτην 3 κακῶς ἀκούῃ ὅτι ἐξελεύθερος αὐτοῦ ἠργυρολόγησεν ὥστε καὶ ἐς τηλικοῦτον ἀνάλωμα ἐξικέσθαι.

1 e)pai+/ein R. Steph. (so Xiph.), e)pai/sein L.

2 a)ei/nwn Bk., a)eino\n L.

3 mh\ ma/thn Polak, mh\ th\n L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: