previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

25. οὐκέτ᾽ αὐτῶν προετίμα: δὲ δὴ Καῖσαρ αὐξανόμενος, καὶ δῆμος τά τε κατειργασμένα αὐτῷ θαυμάζων ὥστε καὶ ἐκ 1 [p. 342] ἀποστεῖλαι, καὶ πρὸς τὰς ἀπ᾽ αὐτοῦ ἐλπίδας ἐπαιρόμενος ὥστε καὶ χρήματά οἱ πολλὰ ψηφίσασθαι, [2] δεινῶς αὐτὸν ἠνία. ἐπεχείρησε μὲν γὰρ τοὺς ὑπάτους ἀναπεῖσαι μήτε τὰς ἐπιστολὰς αὐτοῦ εὐθὺς ἀναγιγνώσκειν, ἀλλὰ καὶ ἐπὶ πλεῖστον, μέχρις ἂν αὐτόματος δόξα τῶν πραττομένων ἐκνικήσῃ, συγκρύπτειν, καὶ διάδοχόν τινα αὐτῷ καὶ πρὸ τοῦ καθήκοντος καιροῦ πέμψαι. [3] τοσαύτῃ γὰρ φιλοτιμίᾳ ἐχρῆτο ὥσθ᾽ ὅσα αὐτὸς τῷ Καίσαρι συνέπραξε καὶ βασκαίνειν καὶ καταλύειν, καὶ ἐκείνῳ τε 2 ἄλλως τε μεγάλως ἐπαινουμένῳ 3 καὶ τὰ ἑαυτοῦ συσκιάζοντι ἄχθεσθαι, καὶ τῷ δήμῳ ἐγκαλεῖν ὅτι αὐτόν τε ἐν ὀλιγωρίᾳ ἐποιεῖτο καὶ τὸν Καίσαρα ὑπερεσπούδαζε. 4 [4] τά τε γὰρ ἄλλα καὶ ἠγανάκτει ὁρῶν αὐτοὺς τῶν τε προποιηθέντων 5 τινὶ 6 ἐπὶ τοσοῦτον μνημονεύοντας ἐφ᾽ ὅσον μηδὲν ἄλλο ἐπιγένοιτο, καὶ πρὸς τὸ ἀεὶ καθιστάμενον, κἂν ἔλαττον τοῦ προτέρου , προχειρότατα τῷ τε τοῦ συνήθους κόρῳ καὶ τῇ τοῦ ξένου ἡδονῇ φερομένους, καὶ τὸ μὲν προευδοκιμοῦν πᾶν καταλύοντας ὑπὸ τοῦ φθόνου, τὸ δ᾽ ἄρτι προφαινόμενον συνεπαύξοντας

1 In place of kai\ e)k Cobet plausibly suggested kai\ i= e)k (‘ten men’).

2 e)kei/nw| te Rk., e)kei/nwi ge L.

3 e)painoume/nw| Rk., tainioume/nw| L.

4 u(perespou/daze Reim., u(pespou/daze L.

5 propoihqe/ntwn Rk., pro\s poihqe/ntw|n L.

6 tini\ Bk., tina\ L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: