previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

28. καὶ ἐγίγνετο γὰρ τοῦτο λόγῳ μὲν 1 ὑπὸ τῶν 2 παρεσκευασμένων ἄλλοτε κατ᾽ ἄλλην πρόφασιν, ἔργῳ δὲ ὑπ᾽ αὐτῶν ἐκείνων 3 ῾τοῖς γοῦν ἐναντιουμένοις σφίσι φανερῶς ἤχθοντὀ, δεινῶς γερουσία ἠγανάκτησεν, ὥστε ποτὲ μεταξὺ μαχομένων αὐτῶν [2] ἐξαναστῆναι. καὶ τότε μὲν οὕτω διελύθησαν, αὖθις δὲ ἐπειδὴ τὰ αὐτὰ ἐγίγνετο, τὰς στολὰς καθάπερ ἐν συμφορᾷ τινι μετεκδῦναι ἐψηφίσαντο, καίτοι τοῦ Κάτωνος ἔκ τε τοῦ συνεδρίου, ἐπειδήπερ ἀντιλέγων οὐδὲν ἤνυσεν, ἐκπηδήσαντος . ... [3] ὅπως μηδὲν τελεσθείη: εἰ γάρ τις τῶν μὴ βουλευόντων ἔνδον ἦν, οὐδεμία ψῆφος αὐτοῖς ἐδίδοτο. ἐκείνους τε γὰρ προαπαντήσαντες ἕτεροι δήμαρχοι ἐκώλυσαν ἐσελθεῖν, καὶ οὕτω τοῦτό τε τὸ δόγμα ἐκυρώθη, καὶ ἐχρηματίζετο ὅπως καὶ ἐς τὴν πανήγυριν τὴν τότε οὖσαν οἱ βουλευταὶ μὴ 4 θεωρήσωσιν. [4] ἐπεὶ δὲ καὶ πρὸς ἐκεῖνο Κάτων ἀνθίστατο, ἐξεπήδησαν ἀθρόοι, καὶ τὰ ἐσθήματα ἀλλαξάμενοι ἐπανῆλθον ὡς καὶ διὰ τοῦτ᾽ αὐτὸν καταπλήξοντες. καὶ ἐπειδὴ μηδ᾽ ὣς ἐμετρίαζεν, [p. 348] προῆλθον ἐς τὴν ἀγορὰν ἅμα πάντες, καὶ συνδραμόντος ἐπὶ τούτῳ τοῦ πλήθους ἐς πᾶν κατηφείας [5] αὐτοὺς κατέστησαν, δημηγορῶν μὲν Μαρκελλῖνος καὶ τὰ παρόντα σφίσιν ὀδυρόμενος, ἐπιδακρύοντες δὲ οἱ ἄλλοι καὶ ἐπιστένοντες, ὥστε μηδένα μηδὲν ἀντιφθέγξασθαι. καὶ οἱ μὲν τοῦτο πράξαντες ἐς τὸ βουλευτήριον εὐθὺς ἐσῆλθον, γνώμην ἔχοντες ἐς τοὺς ὑπαιτίους τὴν ὀργὴν

1 tou=to lo/gw| me\n Rk., lo/gwi tou=to me\n L.

2 u(po\ tw=n ‘N’ in Reimar's ed., u(pa/twn L.

3 e)kei/nwn Reim., e)kei/nois L.

4 mh\ supplied by Rk.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: