previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


περὶ σεμνότητος.

ἦθος δὲ ἔχει καὶ σεμνότητα εἰς θεοὺς εὐσέβειαν ἐμφαίνειν εἰς φίλους εὐεργεσίας, καὶ μάλιστα [p. 531] δεῖ καὶ τοῖς τοιούτοις προσέχειν: τὰ γὰρ πλεῖστα καὶ μέγιστα τῶν θεωρημάτων κατὰ ταύτας τὰς ἐννοίας λαμβάνεται. αἱ δὲ ἔννοιαι λαμβάνονται ἐκ τῶν ἐν αὐτῷ, τὸ δὲ καὶ τὰς ἐννοίας ὡς περὶ εὐσεβείας καὶ εὐπειθίας λέγεσθαι πάνυ τῆς προαιρέσεως τῆς τῶν ἀφελῶν: οὐ γὰρ πάνυ, ὥσπερ ἔφην, τοῖς ὑποθετικοῖς χαίρουσι χρώμενοι, εἰ μὴ ἀνάγκη που γένοιτο, οἷον εὐσεβεῖν δεῖ, θεοῖς ἄρχουσι πείθεσθαι, ἀλλ᾽ ὥσπερ ἐννοίας τινὰς ὑπογράφουσιν ὡς χρὴ ποιεῖν, οὐ διδασκαλικῶς λέγοντες ὅτι οὐ χρὴ τόδε ποιεῖν, ἀλλ᾽ ἐπὶ τοῦ ὅλου, τοῖς τάδε ποιοῦσι τάδε εἴωθεν ἀποβαίνειν.

σεμνότης δὲ γίνεται ἐν τῷ ἀφελεῖ λόγῳ καὶ ἄλλως μὲν πολλαχῶς, σεμνότερον δὲ ὅταν ἀπὸ προσώπου ἐπὶ τὰ πράγματα μετάγῃς: οὐ γὰρ ὅμοιόν ἐστιν ἐπὶ τοῦ προσώπου εἰπεῖν, φύσει βασιλεῖς εἰσὶν οἱ καλοί: μειρακιῶδες γὰρ τοῦτο, ἤπερ ἐπὶ τοῦ πράγματος ἐξενεγκεῖνφύσει βασιλικὸν τὸ κάλλος εἶναι”. τῆς δὲ σεμνότητος ἕνεκα τῆς κατὰ τὴν ἔννοιαν προσθήκη μετὰ ταῦτα, “ἄλλως τε ἢν καὶ μετὰ αἰδοῦς καὶ σωφροσύνης καθάπερ Αὐτόλυκος κέκτηταί τις αὐτό”.

σεμνότητα καὶ αἱ τοιαῦται συμπλοκαὶ ποιοῦσιν, οἷονκαὶ παῖδα πάνυ γε ὡραῖον καὶ πάνυ καλῶς κιθαρίζοντά τε καὶ ὀρχούμενον”: τὸ γὰρ συμπλέκειν εἰς τὸ αὐτὸ τὰ διάφορα τούτων ἀφαιρεῖ τὴν διαφορὰν τοῦ γένους.

καὶ ὅπου ἂν τὰ μέλλοντα γίνεσθαι τὰ γινόμενα ὡς ἤδη γεγονότα εἰσάγῃς, σεμνὸν ποιεῖς τὸν λόγον, οἷονἐπεὶ δὲ αὐτοῖς μὲν αὐλητρὶς ηὔλησεν, δὲ παῖς ἐκιθάρισε”.

καὶ ὅπου δ᾽ ἂν σεμνὰ τὰ ὀνόματα ἐπεμβάλῃς, μετὰ τῆς σεμνότητος καὶ κάλλους δύναμιν ἐργάσῃ, “Ζεὺς μὲν καὶ Χείρων ἀδελφοί, πατρὸς μὲν τοῦ [p. 532]αὐτοῦ, μητρὸς δὲ μὲν Ῥέας, δὲ Ναΐδος νύμφης”. τὸ μὲν οὖν κοινοποιῆσαι, πατρὸς μὲν τοῦ αὐτοῦ, τό τε διαφορὰν εἰπεῖν, μητρὸς δὲ μὲν τῆσδε, δὲ τῆσδε, μετὰ τῆς ἀφελείας καὶ σεμνότητα ἔχει.

καὶ τὸ ἐν γένει δέ τι εἰπεῖν τοῦ κατ᾽ εἶδος σεμνότερον, οἷον ἐν γένειμή τι πάθῃ”: οὐ γάρ ἐστιν ὅμοιον κατ᾽ εἶδος εἰπεῖν, μὴ περιπαρῇ, μὴ ἀποσφαγῇ. καὶ ἐν γένει συλλαβόντα τὰ πάντα ταῦτα ἑνὶ ὀνόματι εἰπεῖνμή τι πάθῃ”.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: