previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


περὶ ἐπιχειρημάτων.

τῶν δὲ ἐπιχειρημάτων μὲν Δημοσθένης αἰεὶ καὶ οἱ τοὺς δικανικοὺς λόγους συνεσκευασμένοι ἐκλογάς [p. 539] τε καὶ διακρίσεις ποιοῦνται, καὶ ἐπισημαίνονται καθ᾽ ἕκαστον τὰς δυνάμεις αὐτῶν τιθέντες, εἰκότως τοῦτο πράττοντες διά τε τὸ ἀγωνιστικὸν τὸν λόγον αὐτῶν εἶναι, ὥστε καὶ τοὺς ἀκούοντας εὐθέως μανθάνειν τὴν ἰσχὺν αὐτῶν καὶ ἕκαστα ἀκριβῶς ἀνασκοπεῖν δύνασθαι.

οὐ μὴν ἔν γε τῷ ἀφελεῖ λόγῳ ἁρμόζειν τοῦτο ἔμοιγε δοκεῖ, εἴ γε δεῖ ὡς ἂν μάλιστα ἀνεπιβούλευτον τὸν λόγον φαίνεσθαι καὶ ἁπλοῦν καὶ καθαρόν, καὶ Ξενοφῶν ἕκαστα τῶν νοημάτων ψιλὰ κατ᾽ ἰδίαν τίθησιν, ὡς ἐν τῷ Ἀγησιλάῳ, αὐτὰ καθ᾽ αὑτά, ὅθεν ἄν τις καὶ ἐρρῖφθαι νομίσειε τὰ νοήματα, οὐ μὴν ἔρριπταί γε, ἀλλ᾽ ἔστι μὲν ἕκαστα ἐν ἐτιμελείᾳ προηγμένα, ἀφῃρημένα δὲ τῆς κατὰ λεπτὸν ἐξετάσεως καὶ προσθήκης καὶ μεταθέσεως καὶ ἐναλλαγῶν καὶ πάντων τῶν τοιούτων, καὶ ἁπλῶς τὰ τοιαῦτα φαίνεται, ὅθεν καὶ διαστάσεις πολλαὶ καὶ συνεχεῖς καὶ ἀρχαὶ τῶν νοημάτων οὐχ ἡνωμέναι ἔτι, ἀλλ᾽ ἀπηρτισμέναι: ἔτι δὲ ἄλλα καὶ ἄλλα μάλιστα φαίνεται τὰ λεγόμενα, καὶ οὐχ ὡς ὕφος ἐστὶ τὸ σύγγραμμα, ἀλλ᾽ ὥσπερ κατὰ κόμμα λαλιῶν εἴδει συνηγμένον.

τοῦτο μὲν οὖν πεποίηκε καὶ τὸ διήγησιν εἶναι δοκεῖν τὰ λεγόμενα ἀνδρὸς ἀγαθοῦ πράξεων: οὐ μὴν πάντη καὶ ἐπὶ παντὶ ἁρμόζει ἔμοιγε δοκεῖν τῶν ἀφελῶν λόγων, καὶ δεῖ τοῦτο καταμεμαθηκέναι, εἰ καί τι ἄλλο ἰδίωμα Ξενοφῶντος: καὶ γάρ ἐστι τοῦτο μάλιστα, ὥς γε οἶμαι, τὸ ἀφελῆ τὸν λόγον ἀπεργαζόμενον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: