previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[3]

κατὰ δὲ τὴν ἀπαγγελίαν γίνεται περιβολὴ οὕτως, ὅταν τις τοῖς ἰσοδυναμοῦσι χρῆται. χρὴ δὲ εἰδέναι ὅτι τῶν ἰσοδυναμούντων τὰ μὲν κατὰ τὸ ἀκόλουθον παρατίθεται, τὰ δὲ κατὰ τὸ ἐναντίον τοῦ ἀκολούθου. τὰ μὲν κατὰ τὸ ἀκόλουθον, ὅπου λέγειἔρρωσαι καὶ σαυτῷ πιστεύεις”, καὶ πάλιντὴν μὲν ἀσέλγειαν καὶ τὴν ὕβριν”, καὶ πάλιντὸν πλοῦτον καὶ τὴν περιουσίαν, τοὺς ἑταίρους καὶ φίλους”. τὰ [p. 486] δὲ κατὰ τὸ ἐναντίον τοῦ ἀκολούθου ἰσοδυναμοῦντα πάλινταῦτα ἀμελούμενα ἰδὼν καὶ οὐδεμιᾶς βοηθείας τυγχάνοντα”. ἰσοδυναμοῦν δὲ κἀκεῖνοπάντας ὑμᾶς καὶ ὅλον τὸν δῆμον”.

εἰδέναι δὲ χρὴ ὅτι καὶ τοῦτο οὐδενὸς ἔλαττον τὸ θεώρημά ἐστιν, ὅτι σεμνότης καὶ περιβολὴ κοινωνοῦσι κατὰ πάντα: καθ᾽ ὅσα γὰρ καὶ συνίσταται, κοινωνοῦσιν ἀλλήλαις, καὶ δεῖ οὕτω διανοεῖσθαι περὶ αὐτῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: