previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


περιβολὴ δὲ γίνεται καθολικῶς, κατὰ γνώμην, κατὰ σχῆμα, κατὰ ἀπαγγελίαν. κατὰ μὲν γνώμην οὕτως, ὅταν ἀόριστά τις προσλαμβάνῃ τοῖς ὡρισμένοις, οἷονπολλαχόθεν μὲν οὖν ἄν τις ἴδοι τὴν ἀγνωμοσύνην αὐτοῦ καὶ τὴν βασκανίαν”, τοῦτό ἐστι τὸ ἔξωθεν προσλαμβανόμενον ἀόριστον, νῦν τὸ [p. 473]ὡρισμένονοὐχ ἥκιστα δὲ ἀφ᾽ ὧν περὶ τῆς τύχης διελέχθη”. καὶ πάλινπολλὰ μὲν οὖν ἔγωγε ἐλαττοῦμαι κατὰ τουτονὶ τὸν ἀγῶνα Αἰσχίνου”. τοῦτο ἀόριστον, νῦν τὸ ὡρισμένον ἐν ἀθροίσματι προσληφθέν, “δύο δέ, ἄνδρες Ἀθηναῖοι, καὶ μεγάλα”, εἶτα ταῦτα κατ᾽ εἶδος ἐμέρισενἓν μὲν ὅτι οὐ περὶ τῶν ἴσων νῦν ἐμοὶ ἀγών, ἕτερον δὲ φύσει πᾶσιν ὑπάρχει, τῶν μὲν λοιδοριῶν καὶ τῶν κατηγοριῶν ἀκούειν ἡδέως, τοῖς ἐπαινοῦσι δ᾽ ἑαυτοὺς ἄχθεσθαι”. ἅπαντα γὰρ ταῦτα περιβολῆς ἐστιν, πρόσληψις τοῦ ἀορίστουπολλὰ μὲν οὖν ἔγωγε ἐλαττοῦμαι”, τὸ ἐν ἀθροίσματι συλλαβεῖνδύο δέ, ἄνδρες Ἀθηναῖοι, καὶ μεγάλα”, τὸ κατ᾽ εἶδος μερίσαιἓν μὲν τὸ μὴ περὶ τῶν ἴσων εἶναι τὸν ἀγῶνα, ἕτερον δὲ τὸ πάντας οὕτως ἔχειν, τῶν μὲν λοιδορούντων ἡδέως ἀκροᾶσθαι, τοῖς ἐπαινοῦσι δὲ ἑαυτοὺς ἄχθεσθαι”. καὶ τρίτον παράδειγμαἐπὶ πολλῶν μὲν ἄν τις ἰδεῖν, ἄνδρες Ἀθηναῖοι, δοκεῖ μοι τὴν παρὰ τῶν θεῶν εὔνοιαν φανερὰν γιγνομένην τῇ πόλει”, εἶτα ἐπὶ τὸ ὡρισμένον ἀπαγωγὴοὐχ ἥκιστα δὲ ἐν τοῖς παροῦσι πράγμασι”. καὶ πάλινπολλὰ μὲν οὖν τῶν ὑπ᾽ ἐκείνου πραχθέντων ἄξια ἐπαίνου, μέγιστον δὲ πάντων τῶν τειχῶν ἀνάστασις”.

περιβολὴ δὲ καὶ τοῦτο ὅταν ἐν γένει προτιθῇς τὰ πράγματα, εἶτα κατ᾽ εἶδος ἐπεξίῃς, ὡς ἐν τῷ πρὸς Λεπτίνην, μὲν βούλεται εἰσαγαγεῖν, τοῦτό ἐστινοὐ τοίνυν μὴ Λεύκων ἀδικηθῇ μόνον δεῖ σκοπεῖν”, ἀλλὰ καὶ Ἐπικέρδης, δὲ πρὶν εἰπεῖν τὸ κατ᾽ εἶδος τὸ ἀλλὰ καὶ Ἐπικέρδης τὸ ἐν γένει προὔλαβενἀλλὰ καὶ εἴ τις ἄλλος εὖ μὲν ἐποίησεν ὑμᾶς εὖ [p. 474] πράττων, εἰς δέον δὲ νῦν γέγονεν αὐτῷ τὸ λαβεῖν παρ᾽ ὑμῶν τὴν ἀτέλειαν”, εἶτα νῦν ἦλθεν ἐπὶ τὸ κατ᾽ εἶδος διαστήσαςτίς οὖν οὗτός ἐστιν; Ἐπικέρδης Κυρηναῖος”. καὶ πάλιν τὰς εὐεργεσίας τοῦ Ἐπικέρδους εἰσάγων τὸ ἐν γένει προλαβὼν οὕτως εἰσήγαγε κατ᾽ εἶδος [τὸ ἐν γένει]ἀλλὰ τῷ παρὰ τοιοῦτον καιρόν, ἐν καὶ τῶν εὖ πεπονθότων ἔργον ἦν εὑρεῖν ἐθέλοντά τινα ὧν εὐεργέτητο μεμνῆσθαι”. νῦν λέγει ἐποίησε κατ᾽ εἶδοςοὗτος γὰρ ἀνὴρ τοῖς ἠτυχηκόσιν ἐν Σικελίᾳ τῶν πολιτῶν ἔδωκε μνᾶς ἑκατόν”. καὶ πάλιν ἐν γένειοἰκοδομήματα μέν γε καὶ κόσμον ἱερῶν καὶ λιμένων καὶ τῶν ἀκολούθων τούτοις τοσοῦτον καὶ τοιοῦτον κατέλιπον ἡμῖν ὥστε μηδενὶ τῶν ἐπιγιγνομένων ὑπερβολὴν λελεῖφθαι”. εἶτα κατ᾽ εἶδοςπροπύλαια ταῦτα, Παρθενών, νεώσοικοι”. καὶ πάλιν ἐν τῷ πρὸς Λεπτίνην τοὺς προσέχοντας τῷ νόμῳ βουλόμενος ἐξετάσαι καὶ διαβαλεῖν πρῶτον ἐν γένει αὐτῶν ἐμνήσθηᾕρηνται δὲ τῷ νόμῳ σύνδικοι, καὶ μάλιστα οἱ δεινοὶ λέγειν ἄνδρες”, εἶτα κατ᾽ εἶδοςΛεωδάμας Ἀχαρνεὺς καὶ Κηφισόδοτος ἐκ Κεραμέων”, εἶτα πάλιν ἐν γένει συλλαβὼν δὲ πρὸς τούτους ὑπολαμβάνοιτ᾽ ἂν δικαίως, ἀκούσατε”, εἶτα πάλιν κατ᾽ εἶδοςπρῶτον μὲν πρὸς Λεωδάμαντα”. ὅταν μὲν οὖν μὴ ψιλὰ κατ᾽ εἶδος λέγῃς, ἀλλὰ προλαμβάνῃς τὰ ἐν γένει, περιβολὴν ποιεῖς.

ἔτι περιβολῆς, ὅταν τις διὰ μέσου τοῦ νοήματος τῶν νοημάτων, πρὶν ἀπαρτίσαι τὸν νοῦν, ἕτερα ἐμβάλῃ νοήματα, ὅπερ ἐὰν μὴ ἔν τινι μέτρῳ γένηται, δεινὴν ἀσάφειαν ἐργάζεται. παράδειγμα δὲ τῆς περιβολῆς ταύτης ἐν τῷ κατὰ Ἀριστοκράτους, “εἰκότως δ᾽ ἄν, [p. 475] ἄνδρες Ἀθηναῖοι, καὶ προσέχοιτέ μοι τὸν νοῦν καὶ μετ᾽ εὐνοίας ἀκούσαιτε λέγω”, εἶτα συστατικὰ τοῦ ὅτι δεῖ προσέχοντας ἀκοῦσαι, ἄλλο ἐπὶ ἄλλῳ ἐπεμβεβλημένον, καὶ ταῦτα πεπλαγιασμένα, “ἐπειδὴ γὰρ οὐχὶ τῶν ἐνοχλούντων ὑμᾶς οὐδὲ τῶν πολιτευομένων παρ᾽ ὑμῖν ὤν [τι] πρᾶγμα τηλικοῦτον φημὶ δείξειν πεπραγμένον, ἐὰν ὅσον ἐστὶν ἐν ὑμῖν συναγωνίσησθέ μοι καὶ προθύμως ἀκούσητε”. καὶ οὐχ ἓν τὸ ἐκβησόμενον αὐτοῖς ἐκ τοῦ ἀκοῦσαι ἀγαθόν, ἀλλὰ δύο, τὸ μὲν ἐκ τοῦ παρόντοςτοῦτό τε σώσετε”, τὸ δὲ ἐκ τοῦ μέλλοντοςκαὶ ποιήσετε μὴ κατοκνεῖν, ἐάν τίς τι καὶ ἡμῶν οἴηται δύνασθαι ποιῆσαι τὴν πόλιν ἀγαθόν”. τοῦτο μὲν οὖν πεπλήρωται καὶ οὐδὲν λείπει αὐτῷ, δέ, ἵνα πλείων περιβολὴ γένηται, καὶ τὸ ἐναντίον παραθεὶς ἐπανέλαβε. τί δὲ ἦν τὸ ἐναντίον τοῦ καὶ μᾶλλόν τινα προθυμηθῆναι ἂν ποιῆσαί τι τὴν πόλιν ἀγαθόν; “νῦν δὲ πολλοῖς τοῦτο φοβουμένοις, λέγειν μὲν ἴσως οὐ δεινοῖς, βελτίοσι δὲ ὅμως ἀνθρώποις τῶν δεινῶν, οὐδὲ σκοπεῖν ἐπέρχεται τῶν κοινῶν οὐδέν”. καὶ τοῦτ᾽ ἂν ἀπήρτιστο, ἀλλὰ καὶ ἐνταῦθα οὐκ ἤρκεσεν, ἀλλὰ καὶ κατασκευὴν τοῖς προειρημένοις ἐξ ἰδιότητος προσέθηκενἐγὼ γοῦν ἀπώκνησα ἄν, εὖ ἴστε, καὶ αὐτὸς τὴν γραφὴν ταύτην ἀπενεγκεῖν”, ὥστε τοῦτον τὸν τρόπον συμπεπλέχθαι τὸ προσέχειν λέγοντι. καὶ τόδε ἄτοπον οὐκ ἔσται, τὸ ὀκνεῖν τινας τὴν πόλιν εὖ ποιεῖν, ὡς νῦν γε ὀκνοῦσι, διὰ τὸν φόβον καὶ τὴν ἀπειρίαν τοῦ λέγειν: ἐγὼ γοῦν μικροῦ ὤκνησα καὶ αὐτός. πῶς οὖν κατηγορεῖς; καὶ τούτου ἐξ ἰδιότητος κατασκευή, ὅτι δεινὸν ἡγοῦμαι πρότερον μέν, ὅτε ἔπλευσα τριηραρχῶν εἰς Ἑλλήσποντον εἰπεῖν καὶ κατηγορῆσαί τινων, οὓς [p. 476]ἀδικεῖν ὑμᾶς ἡγούμην, νῦν δὲ ἡσυχίαν ἄγειν καὶ σιωπῆσαι πρᾶγμα ἀλυσιτελὲς τῇ πόλει κατασκευάζοντας ὁρῶν τινας ἀνθρώπους. μή τί σοι δοκεῖ ὀλίγα ἐπεμβεβλῆσθαι νοήματα, ἵνα εἰς τοῦτο καταλήξῃ πᾶσα ἔννοια;

ἵνα δὲ ἔτι σαφέστερόν σοι γένηται ὁποῖόν τί ἐστι τὸ διὰ μέσου ἐμβαλεῖν πλείω νοήματα, ἐκεῖνο σαφέστατον παράδειγμα ἐν τῷ τῆς παραπρεσβείαςτὸ γὰρ πρὸς ἄνδρα θνητόν”, ἓν νόημα ἐκ προσώπου, “καὶ διὰ καιρούς τινας ἰσχύοντα γράφοντας εἰρήνην ἀθάνατον συνθέσθαι τὴν κατὰ τῆς πόλεως αἰσχύνην”, τὸ πρᾶγμα τὸ γινόμενον, τὸ δὲ ἐπ᾽ αὐτῷ καὶ οὔπω ἀπήρτισται, ἀλλ᾽ ἐπεμβάλλει. πάλινπῶς γὰρ οὐκ αἰσχρὸν δημοσίᾳ μὲν πάντας ὑμᾶς τοῖς πεπραγμένοις ἐκ τῆς εἰρήνης ἐπιτιμᾶν καὶ μήτε τῶν ἐν Ἀμφικτύοσι κοινωνεῖν ἐθέλειν, δυσκόλως τε ἔχειν καὶ ὑπόπτως πρὸς τὸν Φίλιππον, ὡς ἀσεβῶν καὶ δεινῶν ὄντων τῶν πεπραγμένων, καὶ οὔτε δικαίων οὔθ᾽ ὑμῖν συμφερόντων: εἰς δὲ τὸ δικαστήριον εἰσελθόντας”, νῦν πρόσεχε τοῖς ἐπιβεβλημένοις, “τὰς ὑπὲρ τούτων εὐθύνας δικάσοντας”, ἄλλο νόημαὅρκον ὑπὲρ τῆς πόλεως ὀμωμοκότας, ὃν εἰλήφατε ἐπ᾽ αὐτοφώρῳ τοιαῦτα πεποιηκότα”, νῦν τὸ συμπληροῦντοῦτον ἀφεῖναι”.

περιβολὴν δὲ ποιεῖ καὶ ὅταν τις μὴ ἀκόλουθα ἐξετάζῃ μόνον, ἀλλὰ καὶ τἀναντία προσλαμβάνῃ, ὡς ἐν τῷ τῆς παραπρεσβείας τὸ μὲν ἁπλοῦν ἦν καὶ τὸ ἀκόλουθον οὕτως, ἐπεὶ γὰρ ἐχειροτονήσατε τοῦτον πρεσβευτήν, ὡς φυλάξοντα τοὺς ἄλλους, ἐνταῦθα τὸ ἐναντίον προσλαβὼν οὕτως ἐπάγει τὸ ἀκόλουθον ἐχειροτονήσατε τοῦτον πρότερον τὸ τί μὴ ποιήσοντα, εἶτα τὸ τί ποιήσοντα, “οὐχ ὡς τῶν ἀποδωσομένων τὰ ὑμέτερα, [p. 477] οὐδ᾽ ὡς τῶν πεπιστευκότων τῷ Φιλίππῳ”, εἶτα νῦν τὸ ἀκόλουθον, “ἀλλ᾽ ὡς φυλάξοντα τοὺς ἄλλους”. καὶ πάλιν ἐν τῷ τῆς παραπρεσβείας, “ἐπειδὴ δὲ ἧκεν ἐκκλησία, παρελθὼν Αἰσχίνης πρῶτος ἡμῶν ἁπάντων”, καὶ οὐκ εὐθὺς τὸ ἀκόλουθον ἐπήνεγκεν, τάδε ἀπήγγειλεν, ἀλλὰ πρότερον κατὰ τὸ ἐναντίον τοῦ ἀκολούθου δέον ἀπαγγέλλειν οὐκ ἀπήγγειλε, τίνα δὲ ἦν ταῦτα; πρῶτοντοῦ μὲν ἀπαγγέλλειν τι περὶ τῶν πρεσβευομένων περὶ τῶν ἐν τῇ βουλῇ ῥηθέντων, εἰ ἄρα ἠμφισβήτει μὴ ἀληθῆ λέγειν ἐμὲ παμπληθὲς ἀπέσχεν”, εἶτα νῦν κατὰ τὸ ἀκόλουθον ἐποίει καὶ ἐδημηγόρεικαὶ τοιούτους εἶπε λόγους”. ἵνα δὲ εἰδῇς ὅτι συγγένειαν ἔχει τὰ τῆς περιβολῆς θεωρήματα, εἴπομεν ἐν τοῖς ἐπάνω ὅτι περιβολή ἐστι τὰ ἐν γένει προλαβόντα κατ᾽ εἶδος ἐπάγειν, ἀλλὰ καὶ νῦν λέγωμεν ὅτι περιβολή ἐστι τὸ μὴ μόνον τὰ ἀκόλουθα ἐξετάζειν, ἀλλὰ καὶ τὰ ἐναντία τῶν ἀκολούθων: ἐνταῦθα ἀμφότερα πεποίηκεν, μὲν οὐκ ἐποίει, δὲ ἐποίει, προθεὶς τὸ ἐναντίον πρὸ τοῦ ἀκολούθου, τὰ δὲ ἐν γένει προλαβὼν κατ᾽ εἶδος, τὰ μὲν ἐν γένει εἰπὼν ἐν τῷεἶπε δὲ τοιούτους λόγους καὶ τηλικαῦτα καὶ τοιαῦτα ἔχοντας ἀγαθὰ ὥστε ἅπαντας λαβὼν ὑμᾶς ᾤχετο”. ταῦτα μὲν ἐν γένει, νῦν τὸ κατ᾽ εἶδοςἔφη γὰρ ἥκειν πεπεικὼς Φίλιππον”, εἶτα πάλιν ἐν γένειπάνθ᾽ ὅσα συμφέρει τῇ πόλει”, εἶτα κατ᾽ εἶδοςκαὶ περὶ τῶν ἐν Ἀμφικτύοσι καὶ περὶ τῶν ἄλλων ἁπάντων”. καὶ ἐν τῷ κατὰ Μειδίου δὲὡς δέον εἴ τις ὑβρισθεὶς ὑπὸ τούτου”, τὸ μὲν ἀκόλουθονδίκης ἀξιοῖ τυχεῖν”, τὸ δὲ ἐναντίον τοῦ ἀκολούθουκαὶ μὴ σιωπᾷ”.

περιβολῆς δὲ καὶ τὸ μὴ ψιλὰ τὰ νοήματα [p. 478]εἰσάγειν, τουτέστι τὰ πράγματα, ἀλλὰ προσλαμβάνειν αὐτῶν τὴν γνώμην τῶν τοιούτων τὴν ποιότητα τῆς γνώμης. οὕτω περιβολὴν εἰργάσατοδοκοῦσι δέ μοι Λακεδαιμόνιοι μάλα δεινῶν ἔργον ἀνθρώπων ποιεῖν”, εἶτα τὸ γιγνόμενον ὑπ᾽ αὐτῶν, “νυνὶ γάρ φασι δεῖν ἐκεῖνοι Ἠλείους μὲν τῆς Τριφυλίας τινὰ κομίσασθαι”. καὶ ἐν τοῖς Φιλιππικοῖςδοκεῖτε δέ μοι πολὺ βέλτιον ἂν περὶ τοῦ πολέμου καὶ ὅλης τῆς παρασκευῆς βουλεύσασθαι”, εἶτα ἐπάγει ὧν ἕνεκα ταῦτα προελήφθηεἰ τὸν τόπον, ἄνδρες Ἀθηναῖοι, τῆς χώρας πολεμεῖτε ἐνθυμηθείητε”.

περιβολὴν δὲ ποιεῖς καὶ ὅταν πρὶν τὸ εἰσαγόμενον εἰπεῖν, τὸ κατασκευαστικὸν αὐτοῦ προλάβῃς, οἷον ἐν τῷ πρὸς Λεπτίνην εἰ μὲν ἁπλῶς καὶ χωρὶς περιβολῆς ἔλεγεν, οὕτως ἂν εἶπε, καὶ τῶν μὲν τοὺς ἐξ ἄστεος κελευόντων ἀποδοῦναι, τῶν δὲ κοινῇ συνδιαλῦσαι, νῦν δὲ ὅρα πῶς προέλαβε τὰ κατασκευαστικὰ καθ᾽ ἑκάτερον, καὶ τῶν μὲν οὐκ εὐθὺς εἶπε τοὺς ἐξ ἄστεος, ἀλλὰ διὰ μέσουτοὺς δανεισαμένους ἀποδοῦναι κελευόντων, τοὺς ἐξ ἄστεος, τῶν δέ”, καὶ οὐκ εὐθὺς ἀντέθηκε, κοινῇ διαλῦσαι, ἀλλὰ πάλιν προέλαβε τὸ κατασκευαστικὸντῶν δὲ τοῦτο πρῶτον ὑπάρξαι σημεῖον ἀξιούντων κοινῇ διαλύσασθαι τὰ χρήματα”.

περιβολῆς καὶ τοῦτο, ὅταν μὴ ψιλὸν τὸ εἰσαγόμενον λέγῃς, οἷον ἐν τῷ πρὸς Λεπτίνην τὸ μὲν εἰσαγόμενον, τοῦτο μὲν ἐν τοῖς κυρίοις νόμοις ὑπάρχον τὰς δωρεὰς ὅσας δῆμος ἔδωκε κυρίας εἶναι, δὲ προὔλαβε τὴν ποιότητα τοῦ εἰσαγομένουτοῦτο μὲν ἐν τοῖς οὖσι νόμοις κυρίοις ὑπάρχον”, εἶτα ποιότης προσληφθεῖσακαλόν, ἄνδρες Ἀθηναῖοι, καὶ [p. 479] σαφές”, καὶ νῦν τὸ εἰσαγόμενον, “τὰς δωρεὰς ὅσας δῆμος ἔδωκε κυρίας εἶναι”. καὶ πάλιν ἐπ᾽ αὐτῷ ἐπίκρισιςδίκαιον γῆ καὶ θεοί”. καὶ ἄλλως ὅπου ἂν μὴ ψιλὰ τὰ πράγματα εἰσάγῃς, ἀλλὰ προλαμβάνῃς τι αὐτῶν ἐπάγῃς τι αὐτοῖς, περιβολὴν ἐργάσει.

περιβολὴν δὲ ποιεῖς καὶ ὅταν εἰσάγων τι παρ᾽ αὑτοῦ, οἷον Κόνων ὑμᾶς τοσαῦτα εὐεργέτησε, μὴ εὐθὺς εἴπῃς τί ἐποίησεν, ἀλλὰ προλαβὼν ἐκ τίνων τίνα ἐποίησε, πῶς ἐχόντων ἐποίησεν, ὡς ἐν τῷ πρὸς Λεπτίνην τὸ μὲν εὐεργέτημακατεναυμάχησεν”, δὲ πρὶν τοῦτο εἰπεῖν προλαβὼν προσηγάγετο, καὶ πῶς ἐχόντων τί ἐποίησενμετὰ τὴν τοῦ δήμου κάθοδον, τὴν ἐκ Πειραιῶς, ἀσθενοῦς ἡμῶν τῆς πόλεως οὔσης καὶ ναῦν οὐδεμίαν κεκτημένης, στρατηγῶν βασιλεῖ, παρ᾽ ἡμῶν οὐδ᾽ ἡντιναοῦν ἀφορμὴν λαβών”, νῦν τὸ γενόμενον ὑπ᾽ αὐτοῦκατεναυμάχησε Λακεδαιμονίους”.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: