previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὥσπερ ὑπεῖπον, παρὰ σοῦ καὶ τῆς σῆς φιλανθρωπίας [p. 69] γεγένηται, μέγιστον δὲ καὶ πλείστης χάριτος ἄξιον καὶ σχεδὸν ὡς εἰπεῖν οἰκειότατον οἱ λόγοι. τὸ γὰρ τοῦ Πινδάρου μετέβαλες. ἐκείνου μὲν γὰρ Πὰν τὸν παιᾶνα ὠρχήσατο, ὡς λόγος, ἐγὼ δὲ, εἰ θέμις εἰπεῖν, ὧν ὑποκριτὴς εἶναι: προὔτρεψάς τε γὰρ αὐτὸς ἐπ᾽ αὐτοὺς καὶ τῆς ἀσκήσεως κατέστης ἡγεμών. καὶ οὐκ ἀπέχρη ταῦτα, ἀλλ᾽ καὶ τούτοις εἰκὸς ἦν ἀκολουθῆσαι, καὶ τούτων ἐπεμελήθης, ὅπως ἔσται μοι τὸ ἔργον ἐν δόξῃ. καὶ οὐκ ἔστιν οὐ πόλις, οὐκ ἰδιώτης, οὐ τῶν εἰς ἄρχοντας τελούντων, ὃς οὐ καὶ κατὰ μικρὸν ἡμῖν ὁμιλήσας οὐκ ἠσπάσατο εἰς ὅσον οἷός τε ἦν τὸν ἔπαινον ἐκτείνων, οὐ τῶν ἐμῶν, οἶμαι, λόγων ταῦτα ἐργαζομένων, ἀλλὰ σοῦ τοῦ κυρίου. τὸ δὲ δὴ μέγιστον τῶν περὶ ταῦτα τὸ καὶ τοῖς θείοις βασιλεῦσιν εἰς τοσοῦτον οἰκειῶσαι καὶ χωρὶς τῆς ἐπὶ τῶν γραμμάτων συνουσίας ἀποδεῖξαι λέγοντα ἐν αὐτοῖς καὶ σπουδαζόμενον μηδεὶς πώποτε, καὶ ταῦτα ὁμοίως μὲν παρὰ τῶν βασιλέων, ὁμοίως δὲ καὶ τῶν βασιλίδων γενέσθαι, καὶ παντὸς δὴ τοῦ βασιλείου χοροῦ. Ὀδυσσεῖ δὲ ὑπῆρξε παρ᾽ Ἀθηνᾶς ἐν Ἀλκινόου καὶ Φαίαξιν ἐπιδείξασθαι. μέγα δή που καὶ τοῦτο καὶ μάλα ἐν καιρῷ. καὶ ταῦτά τε οὕτως ἐπέπρακτο καὶ τὸ σύνθημα παρῆν ἀνακαλοῦν, ἔργῳ σοῦ δείξαντος ὅτι πολλῶν ἕνεκα προήγαγες [p. 70] εἰς μέσον, ὡς φανείημεν ἐν τοῖς λόγοις, καὶ γένοιντο αὐτήκοοι τῶν κρειττόνων οἱ τελεώτατοι. τούτων καὶ πολλῶν ἑτέρων οὔτε παρ᾽ αὐτοῖς ἡμῖν ἰδίᾳ κἀν ταῖς ὁμιλίαις ταῖς πρὸς τοὺς ἐντυγχάνοντας τὴν δυνατὴν ἔχοντες χάριν οὐ παυσόμεθα, ἕως ἄν τι μνήμης καὶ τοῦ φρονεῖν μετὸν ἡμῖν τυγχάνῃ. φαίην δ᾽ ἂν ἔγωγε καὶ ταύτην παρὰ σοῦ κεκομίσθαι τὴν χάριν, τὸ σὲ τὸν πάντα ἄριστον παρεῖναί τε ἡμῖν καὶ ἐπιψηφίζειν τοὺς λόγους.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: