previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

κατακλίσεις ἀπόρους ὁδῶν μήκεσιν ἰώμενος, τροφῆς δ᾽ ἐνδείᾳ συνεχεῖ τὰς ἀμυθήτους καθάρσεις προστιθεὶς, ἀναπνεῖν δὲ ἀποροῦντι λέγειν καὶ γράφειν προστάττων, ὥστ᾽ εἴ τι καὶ τοῖς οὕτω θεραπευθεῖσιν ἔπεστιν αὔχημα, μηδ᾽ ἡμᾶς ἀμοίρους εἶναι τούτου. καὶ μὴν οἱ μὲν καρτερήσεις ἑαυτῶν διηγοῦνται καὶ ὅσα καὶ οἷα ὑπέμειναν τοῦ θεοῦ καθηγουμένου, οἱ δὲ ὡς ῥᾳστώνην εὕροντο ὧν ἐδέοντο. ἡμῖν δὲ πλεῖστα μὲν δή που κεκαρτέρηται κατὰ πολλοὺς καὶ παντοδαποὺς τρόπους, τὰ δὲ πάνυ κούφως ἐν ἡδονῇ γεγένηται, ὡς μηδαμοῦ τοὺς τρυφῶντας ἂν εἶναι, εἰ [p. 68]βούλοιο ἀντεξετάζειν. καὶ τὰς μὲν ἄλλας ἂν ἔχων εἰπεῖν πόλεις Ἀσίας καὶ Εὐρώπης καὶ τὰς περὶ ταύτας ὁμιλίας καὶ συνευφραινομένων ὡς ἐπ᾽ οἰκείοις ἀγαθοῖς, πῶς οὐκ ἐπέκεινα τρυφῆς θήσομαι; τί δ᾽ ἂν εἴποις θορύβους ἐν βουλευτηρίοις καὶ σπουδὰς ἔξω παραδείγματος, τὸ δὲ καὶ πρὶν εἰπεῖν ὁτιοῦν πεπιστεῦσθαι προέχειν; ἆρ᾽ οὐ θεία τις χάρις καὶ τὰ πρῶτα τῆς ῥᾳστώνης ἔχουσα; φαίην ἂν ἔγωγε, εἴπερ εἴη μεμνῆσθαι τῶν κρειττόνων. ἤδη τοίνυν τινῶν ἤκουσα λεγόντων ὡς αὐτοῖς πλέουσι καὶ θορυβουμένοις φανεὶς θεὸς χεῖρα ὤρεξεν. ἕτεροι δέ γε φήσουσιν ὡς πράγματα ἄττα κατώρθωσαν ὑποθήκαις ἀκολουθήσαντες τοῦ θεοῦ. οὐδὲ ταῦτα ἀκούειν μᾶλλον λέγειν ἔχομεν πεπειραμένοι. ὅσα δ᾽ αὐτῶν οἷόν τε ἀπομνημονεῦσαι ἐν τοῖς ἱεροῖς καὶ ταῦτα ἔνεστι λόγοις. ἀλλὰ καὶ σοφίσματα πυκτικὰ πύκτῃ τινὶ τῶν ἐφ᾽ ἡμῶν ἐγκαθεύδοντι προειπεῖν λέγεται τὸν θεόν: οἷς ἔδει χρησάμενον καταβαλεῖν τινα τῶν πάνυ λαμπρῶν ἀνταγωνιστῶν. μαθήματα δὲ ἡμῖν γε καὶ μέλη καὶ λόγων ὑποθέσεις καὶ πρὸς τούτοις ἐννοήματα αὐτὰ καὶ τὴν λέξιν, ὥσπερ οἱ τοῖς παισὶ τὰ γράμματα. ἐπιθεὶς τοίνυν ὥσπερ κεφάλαιον τῶν εὐεργεσιῶν τοῦ θεοῦ καὶ δὴ κατακλείσω τὸν λόγον ἐνταῦθά που. ἐμοὶ γὰρ, δέσποτα Ἀσκληπιὲ, πολλὰ καὶ παντοῖα,


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: