previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πριαμένων ἐμοὶ τῶν ἐμῶν ἐπὶ τῆς διατριβῆς τῆς ἐν Αἰγύπτῳ ἐσφετερίζοντο Μυσῶν τινες, πολλὰ καὶ παντοῖα τὸ μὲν πρῶτον λέγοντες, ἔπειτα καὶ πράττοντες ἤδη. ὡς γὰρ ἀπέγνωσαν αὑτοὺς, ἵνα μὴ κατ᾽ ἐμαυτοῦ λέγω τὸ βλάσφημον, ἀθροίσαντες ὡς ἠδύναντο πλείστους οἰκέτας ἅμα καὶ μισθωτοὺς, ἐπῆλθον μεθ᾽ ὅπλων ἁπάντων: ἔπειθ᾽ οἱ μὲν αὐτῶν ἄπωθεν ἠκόντιζον καὶ ἐσφενδόνων λίθοις καὶ βώλοις, οἱ δ᾽ εἰς χεῖρας ᾔεσαν, οἱ δ᾽ ἐνεβάτευον εἰς τὴν οἰκίαν καὶ τοῖς ἔνδον ἐχρῶντο ὡς οὖσιν ἑαυτῶν: πάντα δ᾽ ἦν ταραχῆς μεστὰ καὶ τραυμάτων. ἀγγελθέντων δὲ τούτων εἰς Πέργαμον εἶχον μὲν οὕτως τὸ σῶμα ὥστε ἀναπνεῖν μόλις: ἀγορὰ δ᾽ ἦν δικῶν: τι δὲ χρήσομαι ἠπόρουν. δὲ θεὸς τήν τε πρόσοδον ἐξεῦρε τὴν πρὸς τὸν ἡγεμόνα καὶ τὸν καιρὸν παρεσκεύασε. καὶ τὸ μὲν ἀκροτελεύτιον τῶν ὀνειράτων Ἀδριανὸς ἦν αὐτοκράτωρ ἐν τῇ αὐλῇ τοῦ ἱεροῦ, περιέπων τέ με ἄρτι γνώριμον αὐτῷ γεγονότα καὶ ὑποτιθεὶς ἐλπίδας μεγάλας. τὸ δὲ συμβὰν εὐθὺς ἐπὶ τῇ ὄψει ταύτῃ τόδε. ἧκον εἰς τὸ ἱερὸν οὕτως ὅπως οἷός τ᾽ ἦν: καί μου διατρίβοντος ἔτι αὐτόθι ἡγεμὼν Ἰουλιανὸς ἐπέρχεται καὶ σὺν αὐτῷ Ῥουφῖνος. γνοὺς δὲ [p. 533] ἐγὼ τὸν καιρὸν τῷ τε Ῥουφίνῳ φράζω τὸ πρᾶγμα καὶ τῷ Ἰουλιανῷ ἀναστρέφοντι προσέρχομαι, κατ᾽ αὐτόν πως ὃν εἶδον ὄναρ τὸν τόπον καὶ ὅσα τε αὐτῷ μοι καιρὸς ἦν εἶπον, καὶ Ῥουφῖνος προθυμίας οὐδὲν ἀπέλειπεν. δ᾽ οὕτως ἔνθεος γίγνεται ὥστ᾽ εὐθὺς μὲν περιέβαλλεν, ὡς ἄν τις πάλαι φίλτατος, λαβόμενος δέ μου τῆς χειρὸς θαρρεῖν τε ἐκέλευε καὶ περὶ τὸν θεὸν ἔχειν, ταῦτα δὲ αὑτῷ μελήσειν: καὶ τέλος εἶπεν, οὐ μὴ ἡμῶν καταφρονήσωσι. γίγνεται δὲ ἐπὶ τοῦ δικαστηρίου καὶ καλέσας τὴν δίκην καὶ λόγων οὐ πολλῶν ῥηθέντων ἠγανάκτησέ τε τοῖς γενομένοις καί τινα καὶ τῶν μετασχόντων τῆς ἐπιδρομῆς εἰς τὴν εἱρκτὴν ἐνέβαλε, καὶ τὸ χωρίον ἡμῖν ψηφίζεται, καὶ εἰσῄειμεν εἰς αὐτὸ ὑπὸ γραμμάτων: ὁπλῖται δὲ καὶ σφενδονῆται καὶ πάντα ἐκεῖνα ὑπεχώρει τῷ θεῷ.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: