previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπιστολαὶ δ᾽ ἐπέμποντο παρά τε αὐτὸν Πολλίωνα καὶ τὸν πρεσβευτὴν οἷα εἰκὸς λέγουσαι. δὲ θεὸς τάδ᾽ ἐσήμαινεν: ἐδόκουν τὸν Ἄλκιμον τὸν διοικητὴν, ὃν ἔπεμψα τούτων ἕνεκα, ἐπανήκειν, κομίζοντά μοι λόγον Δημοσθένους τὸν ὑπὲρ τοῦ στεφάνου, ἔχοντα οὐχ ὡς νῦν, ἀλλ᾽ ἑτέρως γε καὶ καθ᾽ ἑτέραν σύνθεσιν. καὶ πάλιν ἦσαν ὑποσχέσεις, ὡς Γλαβρίωνος τοῦ πάνυ συγκαταστήσαντος τὸ πᾶν. δ᾽ ἔτυχεν, οἶμαι, τότε ἐπιδημῶν. ἐγένοντο δέ μοι καὶ παρὰ τοῦ Σαράπιδος καὶ τῆς Ἴσιδος χρησμοὶ, ὡς πεπραξομένου τε τοῦ πράγματος καὶ ἐχθροῖς εἰς φιλίαν ἥξεις ἔφασαν. καὶ τὰ μὲν χρησθέντα καὶ φανθέντα ὡς ἐν κεφαλαίοις τοιαῦτα ἦν: εἰς δὲ τὴν Φιλαδελφίαν ἀφίκοντο οἱ πεμφθέντες, καὶ ἦν μὲν ἀφέσιμος, ὡς ἔφασαν, ἡμέρα, τὰ γράμματα ἀπεδίδοσαν. ἀναγνοὺς δὲ Πολλίων, καί τινος καιροῦ γενομένου περὶ ἡμῶν ὑπὸ τῶν ἐν τῇ προσρήσει παρόντων, γνοὺς τοῦ πρεσβευτοῦ τὴν ἀφέλειαν κελεύει πορευθέντα εὐθὺς καθίζεσθαι καὶ ἐπανορθώσασθαι τὴν γνῶσιν. ποιεῖ ταῦτα πρεσβευτὴς καὶ καθίζει ἑνὸς ἕνεκα τούτου καὶ δίδωσι γράμματα ἕτερα πρὸς τὴν βουλήν. κομισθέντων δ᾽ αὐτῶν ἄρχων, ὅσπερ προθυμότατα ἀνθειστήκει μοι καὶ τἀναντία τούτων ἀνεγνώκει πρότερον, θορυβούμενος ἤδη καὶ ἐν παντὶ ὢν ἔπεμψεν ὡς τοὺς ἡγεμόνας πυνθανόμενος περὶ αὐτῶν. οἱ δ᾽ οὐδὲν ἀπεκρίναντο. δ᾽ ἐλθὼν ὡς ἐμὲ ἐδεῖτο συγγνώμην ἔχειν, καὶ παρῄειν εἰς τὴν βουλὴν, καὶ τῆς τε διακονίας ἀφείθην καὶ τῆς ἀτελείας ἔτυχον: πρῶτον τότε καὶ μετὰ [p. 531] τοῦτο φίλτατος μὲν ἄρχων, φίλτατος δὲ πρεσβευτὴς αὐτός.

φέρε δὴ καθάπερ κλίμακος ἀεὶ τῷ ἀνωτέρω προϊόντες ἑτέρου τῶν ὑπὲρ ταῦτα μνημονεύσωμεν. σοφιστὴς, οὗ μικρῷ πρόσθεν ἐμνήσθην, ἦρχεν. ἱσταμένου δὲ τοῦ ἔτους καὶ γιγνομένης ἐκκλησίας τῆς πρώτης ἧκον ἐκ δήμου καλοῦντές με, οἷα δὴ διὰ χρόνου τε ἀφιγμένον, καὶ ἅμα ἀπαγγέλλοντες ὅτι μέλλοιεν θύσειν ὑπὲρ ἐμοῦ δημοσίᾳ, ὅπερ οὖν καὶ πρότερον πολλάκις πεποιηκότες ἦσαν. ὡς δὲ παρῆλθον εἰς τὴν ἐκκλησίαν καὶ δῆμος τὰ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: