previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οἱ δ᾽ ὕπατοι τῇ κατόπιν ἡμέρᾳ συνεκάλουν τὴν βουλὴν περίφοβοι ὄντες ἐπὶ τοῖς καινοτομουμένοις καὶ τὴν τοῦ Βρούτου δημοκοπίαν εἰς μέγα τι κακὸν ἀποσκήψειν οἰόμενοι. πολλοὶ μὲν δὴ καὶ παντοδαποὶ ὑπό τ᾽ αὐτῶν ἐκείνων ἐρρήθησαν ἐν τῷ συνεδρίῳ λόγοι καὶ ὑπὸ τῶν ἄλλων πρεσβυτέρων, τῶν μὲν οἰομένων δεῖν θεραπεύειν τὸν δῆμον ἁπάσῃ εὐπροσηγορίᾳ λόγων [p. 25] καὶ ὑποσχέσει ἔργων καὶ τοὺς ἡγεμόνας αὐτοῦ μετριωτέρους παρασκευάζειν, τιθέντας εἰς μέσον τὰ πράγματα καὶ μετὰ σφῶν ὑπὲρ τοῦ κοινῇ συμφέροντος παρακαλοῦντας σκοπεῖν. [2] τῶν δὲ μηθὲν ἐνδιδόναι μαλακὸν συμβουλευόντων πρὸς ὄχλον αὐθάδη καὶ ἀμαθῆ θρασεῖάν τε καὶ ἀνύποιστον δημοκόπων ἀνθρώπων μανίαν, ἀλλ᾽ ἀπολογεῖσθαι μέν, ὡς οὐδὲν εἴη τῶν γεγονότων παρὰ τῶν πατρικίων αἴτιον, καὶ ὑπισχνεῖσθαι πρόνοιαν ἕξειν τοῦ κακοῦ τὴν δυνατήν, τοῖς δὲ ταράττουσι τὸν δῆμον ἐπιτιμᾶν καὶ προαγορεύειν, ὡς εἰ μὴ παύσονται τὴν στάσιν ἀναρριπίζοντες ἀξίας τίσουσι δίκας. [3] ταύτης ἡγεῖτο τῆς γνώμης Ἄππιος, καὶ ἦν νικῶσα αὕτη πολλῆς ἐμπεσούσης πάνυ τοῖς συνέδροις φιλονεικίας: ὥστε καὶ τὸν δῆμον ὑπὸ τῆς βοῆς αὐτῶν ἐξακουομένης ἐπὶ πολὺ ταραχθέντα συνδραμεῖν ἐπὶ τὸ βουλευτήριον, καὶ πᾶσαν ὀρθὴν ἐπὶ τῇ προσδοκίᾳ [4] γενέσθαι τὴν πόλιν. μετὰ δὲ τοῦθ᾽ οἱ μὲν ὕπατοι προελθόντες συνεκάλουν τὸν δῆμον εἰς ἐκκλησίαν: ἦν δ᾽ οὐ πολὺ τῆς ἡμέρας ἔτι τὸ λειπόμενον: καὶ παρελθόντες ἐπειρῶντο τὰ δόξαντα σφίσιν ἐν τῇ βουλῇ λέγειν. ἐνίσταντο δ᾽ αὐτοῖς οἱ δήμαρχοι, καὶ οὐκ ἦν ἐν μέρει οὐδ᾽ ἐν κόσμῳ γινόμενος παρ᾽ ἀμφοῖν [p. 26] λόγος. ἐβόων γὰρ ἅμα καὶ ἐξέκλειον ἀλλήλους, ὥστε μὴ ῥᾴδιον εἶναι τοῖς παροῦσι τὰς διανοίας αὐτῶν τι βούλονται συνιδεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: