previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐγένετο δ᾽ οὐδὲν τῶν ἐκ λογισμοῦ τοῖς πατρικίοις κατὰ γοῦν τὴν ἐλπίδα λωφήσειν τὴν στάσιν, ἀλλ᾽ οἱ περιλειφθέντες ἔτι χείρους ταῖς ὀργαῖς ἦσαν καὶ πολλῇ τῇ καταβοῇ τῶν βουλευτῶν ἐχρῶντο κατά τε συστροφὰς καὶ ἑταιρίας, ὀλίγοι μὲν συνιόντες τὸ πρῶτον, ἔπειτ᾽ ἀθρόοι συντονωτέρας ἤδη γινομένης τῆς ἀπορίας καὶ συνδραμόντες εἰς τὴν ἀγορὰν τοὺς δημάρχους ἐβόων. [2] συναχθείσης δ᾽ ὑπ᾽ αὐτῶν ἐκκλησίας παρελθὼν Σπόριος Σικίνιος, ὃς ἦν τοῦ ἀρχείου τότε ἡγεμών, αὐτός τε πολὺς ἔρρει κατὰ τῆς βουλῆς αὔξων ὡς μάλιστ᾽ ἐνῆν τὸν κατ᾽ αὐτῆς φθόνον, καὶ τοὺς ἄλλους ἠξίου λέγειν φρονοῦσιν εἰς τὸ κοινόν, μάλιστα δὲ τὸν Σικίνιον καὶ τὸν Βροῦτον ἀγορανόμους τότ᾽ ὄντας ἀνακαλῶν ἑκάτερον ἐξ ὀνόματος, οἳ καὶ τῆς πρώτης ἀποστάσεως τῷ δήμῳ ἦρξαν, καὶ τὴν δημαρχικὴν ἐξουσίαν εἰσηγησάμενοι πρῶτοι αὐτῆς ἔτυχον. [3] παρελθόντες δ᾽ οὗτοι τοὺς κακοηθεστάτους τῶν λόγων ἐκ πολλοῦ παρεσκευασμένοι διεξῄεσαν, τοῖς πολλοῖς ἀκούειν ἦν βουλομένοις, ὡς ἐκ προνοίας τε καὶ ἐπιβουλῆς ὑπὸ τῶν πλουσίων γένοιθ᾽ περὶ τὸν [p. 24] σῖτον ἀπορία, ἐπειδὴ τὴν ἐλευθερίαν ἀκόντων ἐκείνων δῆμος ἐκ τῆς ἀποστάσεως εὕρετο. [4] ἰσομοιρεῖν τ᾽ οὐδὲ κατὰ μικρὸν ἀπέφαινον τῆς συμφορᾶς τοῖς πένησι τοὺς εὐπόρους: ἐκείνοις μὲν γὰρ εἶναι καὶ τροφὰς ἐν ἀφανεῖ ἀποκειμένας καὶ χρήματα, οἷς ὠνούμενοι τὰς ἐπεισάκτους ἀγορὰς ἐν πολλῇ ὑπεροψίᾳ ἦσαν τοῦ κακοῦ, τοῖς δὲ δημόταις ἀμφότερα ταῦτ᾽ ἀπόρως ἔχειν: τήν τ᾽ ἀποστολὴν τῶν κληρούχων, ἣν ἐποιήσαντο εἰς νοσερὰ χωρία, ἐκβολὴν ἀποφαίνοντες εἰς προφανῆ καὶ μακρῷ χείρονα ὄλεθρον, αὔξοντες ὡς μάλιστα δυνατοὶ ἦσαν τῷ λόγῳ τὰ δεινά, καὶ τί πέρας ἔσται τῶν κακῶν ἀξιοῦντες μαθεῖν, ὑπομιμνήσκοντές τε τῶν παλαιῶν αὐτοὺς αἰκισμῶν, οἷς ὑπὸ τῶν πλουσίων ἔτυχον αἰκισθέντες, καὶ [5] τἆλλα τὰ ὅμοια τούτοις κατὰ πολλὴν ἄδειαν διεξιόντες. τελευτῶν δ᾽ Βροῦτος εἰς ἀπειλήν τινα τοιάνδε κατέκλεισε τὸν λόγον, ὡς εἰ βουληθεῖεν αὐτῷ πείθεσθαι διὰ ταχέων προσαναγκάσων τοὺς ἐκκαύσαντας τὸ δεινὸν καὶ κατασβέσαι. μὲν δὴ ἐκκλησία διελύετο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: