previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οἱ δ᾽ ἀποστάται τε καὶ φυγάδες ἐν τῷ περὶ τὸν Ἄορνον ὄρει πλησίον ὄντι τῆς πόλεως λοχῶντες, [p. 18] ὡς ἔμαθον ἐξεληλυθυῖαν ἐκ τῆς πόλεως τὴν τοῦ τυράννου στρατιὰν συνθήμασι μηνυθεῖσαν ὑπὸ τῶν σκοπῶν, πέμπουσιν ἐξ αὐτῶν περὶ ἑξήκοντα μάλιστα τοὺς εὐτολμοτάτους διφθέρας ἔχοντας καὶ φακέλλους φρυγάνων κομίζοντας. [2] οὗτοι περὶ λύχνων ἁφὰς ἄλλοι κατ᾽ ἄλλας πύλας ὡς χερνῆται παρεισπεσόντες ἔλαθον: ὡς δ᾽ ἔνδον ἐγένοντο τοῦ τείχους ἐξελκύσαντες ἐκ τῶν φακέλλων κατέκρυπτον ξίφη, καὶ συνελθόντες εἰς τὸν αὐτὸν ἅπαντες τόπον ἔπειτ᾽ ἐκεῖθεν ὁρμήσαντες ἀθρόοι πρὸς τὰς ἐπὶ τὸν Ἄορνον φερούσας πύλας τούς τε φύλακας αὐτῶν ἀποκτείνουσι κοιμωμένους καὶ τοὺς σφετέρους ἅπαντας ἤδη τοῦ τείχους πλησίον ὄντας ἀναπεπταμέναις ταῖς πύλαις ὑποδέχονται, καὶ τοῦτο πράξαντες ἔλαθον. [3] ἔτυχε γὰρ ἐκείνῃ τῇ νυκτὶ ἑορτή τις οὖσα δημοτελής, καὶ δι᾽ αὐτὴν ἅπας κατὰ πόλιν ὄχλος ἐν πότοις ὢν καὶ ταῖς ἄλλαις εὐπαθείαις. τοῦτο παρέσχεν αὐτοῖς κατὰ πολλὴν ἄδειαν ἁπάσας διελθεῖν τὰς ἐπὶ τὴν τυραννικὴν οἰκίαν φερούσας ὁδούς: καὶ οὐδὲ παρὰ ταῖς θύραις πολλήν τινα καὶ ἐγρηγορυῖαν εὗρον φυλακήν, ἀλλὰ κἀνταῦθα τοὺς μὲν ἤδη καθεύδοντας, τοὺς δὲ μεθύοντας ἀποσφάξαντες δίχα πόνου καὶ κατὰ πλῆθος εἰς τὴν οἰκίαν ὠσάμενοι, τοὺς μὲν ἄλλους ἅπαντας οὔτε τῶν σωμάτων ἔτι κρατοῦντας οὔτε τῶν φρενῶν διὰ τὸν οἶνον προβάτων δίκην κατέσφαξαν: τὸν δ᾽ [p. 19] Ἀριστόδημον καὶ τοὺς παῖδας αὐτοῦ καὶ τὴν ἄλλην συγγένειαν συλλαβόντες ἄχρι πολλῆς νυκτὸς αἰκιζόμενοί τε καὶ στρεβλοῦντες καὶ πᾶσιν ὡς εἰπεῖν λυμαινόμενοι κακοῖς ἀπέκτειναν. [4] ἀνελόντες δὲ τὴν τυραννικὴν οἰκίαν πρόρριζον, ὡς μήτε παιδία μήτε γυναῖκας μήτε συγγένειαν μηθενὸς αὐτῶν καταλιπεῖν καὶ δι᾽ ὅλης νυκτὸς ἅπαντας ἐξερευνησάμενοι τοὺς συνεργοὺς τῆς τυραννίδος ἡμέρας γενομένης προῆλθον εἰς τὴν ἀγοράν. ἔπειτα συγκαλέσαντες τὸν δῆμον εἰς ἐκκλησίαν ἀποτίθενται τὰ ὅπλα καὶ τὴν πάτριον καθίστανται πολιτείαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: