previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οὗτοι οἱ ἄνδρες εἰς Ῥώμην ἐλθόντες ἔλεγον ἐπὶ τῆς βουλῆς, Ὅτι Ταρκύνιος ἀξιοῖ λαβὼν ἄδειαν ἐλθεῖν σὺν ὀλίγοις πρῶτον μὲν ἐπὶ τὸ συνέδριον, ὥσπερ ἐστὶ δίκαιον: ἔπειτ᾽ ἂν λάβῃ παρὰ τῆς βουλῆς τὸ συγχώρημα τότε καὶ ἐπὶ τὴν ἐκκλησίαν ἐλθεῖν λόγον ὑφέξων ὑπὲρ ἁπάντων ὧν ἔπραξεν, ἀφ᾽ οὗ τὴν ἀρχὴν παρέλαβε, καὶ δικασταῖς χρησόμενος ἐάν τις αὐτοῦ [p. 143] [2] κατηγορήσῃ πᾶσι Ῥωμαίοις. ἀπολογηθεὶς δὲ καὶ πείσας ἅπαντας, ὡς οὐδὲν ἄξιον εἴργασται φυγῆς, ἐὰν μὲν ἀποδῶσιν αὐτῷ τὴν βασιλείαν αὖθις, ἄρξειν ἐφ᾽ οἷς ἂν ὁρίσωσιν οἱ πολῖται δικαίοις, ἐὰν δὲ μηκέτι βασιλεύεσθαι προαιρῶνται καθάπερ ἔμπροσθεν, ἀλλ᾽ ἑτέραν τινὰ καταστήσασθαι πολιτείαν, μένων ἐν τῇ πόλει πατρίδι οὔσῃ καὶ τὸν ἴδιον οἶκον ἔχων πολιτεύσεσθαι μετὰ πάντων ἐξ ἴσου, φυγῆς δ᾽ ἀπηλλάχθαι καὶ πλάνης. [3] ταῦτα διεξελθόντες ἐδέοντο τῆς βουλῆς, μάλιστα μὲν διὰ τὸ δίκαιον, πᾶσιν ἀνθρώποις καθέστηκε, μηθένα λόγου καὶ κρίσεως ἀποστερεῖν, συγχωρῆσαι τῷ ἀνδρὶ τὴν ἀπολογίαν, ἧς αὐτοὶ γενήσονται δικασταί: εἰ δ᾽ ἐκείνῳ ταύτην οὐ βούλονται δοῦναι τὴν χάριν, τῆς δεομένης ὑπὲρ αὐτοῦ πόλεως ἕνεκα μετριάσαι, δωρεὰν αὐτῇ διδόντας, ἐξ ἧς οὐδὲν αὐτοὶ βλαπτόμενοι μεγάλην δόξουσι τιμὴν κατατίθεσθαι τῇ λαμβανούσῃ, ἀνθρώπους δ᾽ ὄντας μηδὲν ὑπὲρ τὴν φύσιν τὴν ἀνθρωπίνην φρονεῖν μηδ᾽ ἀθανάτους ἔχειν τὰς ὀργὰς ἐν θνητοῖς σώμασιν, ἀλλὰ καὶ παρὰ γνώμην τί πράττειν ἐπιεικὲς ὑπομεῖναι τῶν δεομένων χάριν, ἐνθυμηθέντας, ὅτι φρονίμων μὲν ἀνθρώπων ἔργον ἐστὶ ταῖς φιλίαις χαρίζεσθαι τὰς ἔχθρας, ἀνοήτων δὲ καὶ βαρβάρων τοῖς ἐχθροῖς συναναιρεῖν τοὺς φίλους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: