previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τοιοῦτο μὲν μάχη τέλος ἔλαβεν: τῇ δ᾽ ἑξῆς ἡμέρᾳ σκυλεύσαντες οἱ Ῥωμαῖοι τοὺς τῶν πολεμίων νεκροὺς καὶ τοὺς ἑαυτῶν θάψαντες ἀπῄεσαν. τὸ δὲ Βρούτου σῶμα ἀράμενοι μετὰ πολλῶν ἐπαίνων τε καὶ δακρύων εἰς τὴν Ῥώμην ἀπεκόμιζον οἱ κράτιστοι τῶν ἱππέων στεφάνοις κεκοσμημένον ἀριστείοις. [2] ὑπήντα δ᾽ αὐτοῖς τε βουλὴ θριάμβου καταγωγῇ ψηφισαμένη κοσμῆσαι τὸν ἡγεμόνα, καὶ δῆμος ἅπας κρατῆρσι καὶ τραπέζαις ὑποδεχόμενος τὴν στρατιάν. ὡς δ᾽ εἰς [p. 164] τὴν πόλιν ἀφίκοντο, πομπεύσας ὕπατος, ὡς τοῖς βασιλεῦσιν ἔθος ἦν, ὅτε τὰς τροπαιφόρους πομπάς τε καὶ θυσίας ἐπιτελοῖεν, καὶ τὰ σκῦλα τοῖς θεοῖς ἀναθείς, ἐκείνην μὲν τὴν ἡμέραν ἱερὰν ἀνῆκε καὶ τοὺς ἐπιφανεστάτους τῶν πολιτῶν ἑστιάσει προθεὶς ὑπεδέχετο: τῇ δ᾽ ἑξῆς ἡμέρᾳ φαιὰν ἐσθῆτα λαβὼν καὶ τὸ Βρούτου σῶμα προθεὶς ἐν ἀγορᾷ κεκοσμημένον ἐπὶ στρωμνῆς ἐκπρεποῦς συνεκάλει τὸν δῆμον εἰς ἐκκλησίαν καὶ προελθὼν ἐπὶ τὸ βῆμα τὸν ἐπιτάφιον ἔλεξεν ἐπ᾽ [3] 1 αὐτῷ λόγον. εἰ μὲν οὖν Οὐαλέριος πρῶτος κατεστήσατο τὸν νόμον τόνδε Ῥωμαίοις κείμενον ὑπὸ τῶν βασιλέων παρέλαβεν, οὐκ ἔχω τὸ σαφὲς εἰπεῖν: ὅτι δὲ Ῥωμαίων ἐστὶν ἀρχαῖον εὕρεμα τὸ παρὰ τὰς ταφὰς τῶν ἐπισήμων ἀνδρῶν ἐπαίνους τῆς ἀρετῆς αὐτῶν λέγεσθαι καὶ οὐχ Ἕλληνες αὐτὸ κατεστήσαντο πρῶτοι, παρὰ τῆς κοινῆς ἱστορίας οἶδα μαθών, ἣν ποιητῶν τε οἱ παλαιότατοι καὶ συγγραφέων οἱ λογιώτατοι παραδεδώκασιν. [4] ἀγῶνας μὲν γὰρ ἐπιταφίους τιθεμένους ἐπὶ τοῖς ἐνδόξοις ἀνδράσι γυμνικούς τε καὶ ἱππικοὺς ὑπὸ τῶν προσηκόντων ἱστορήκασιν, ὡς ὑπό τ᾽ Ἀχιλλέως ἐπὶ Πατρόκλῳ καὶ ἔτι πρότερον ὑφ᾽ Ἡρακλέους ἐπὶ Πέλοπι: ἐπαίνους δὲ λεγομένους ἐπ᾽ αὐτοῖς οὐ γράφουσιν ἔξω τῶν Ἀθήνησι τραγῳδοποιῶν, οἳ κολακεύοντες τὴν πόλιν ἐπὶ τοῖς ὑπὸ Θησέως θαπτομένοις καὶ τοῦτ᾽ ἐμύθευσαν. ὀψὲ γάρ ποτε Ἀθηναῖοι προσέθεσαν τὸν ἐπιτάφιον ἔπαινον τῷ νόμῳ, εἴτ᾽ ἀπὸ τῶν ἐπ᾽ Ἀρτεμισίῳ καὶ περὶ Σαλαμῖνα καὶ ἐν Πλαταιαῖς [p. 165] ὑπὲρ τῆς πατρίδος ἀποθανόντων ἀρξάμενοι, εἴτ᾽ ἀπὸ τῶν περὶ Μαραθῶνα ἔργων. ὑστερεῖ δὲ καὶ τὰ Μαραθώνια τῆς Βρούτου ταφῆς, εἰ δὴ ἀπὸ τούτων πρώτων ἤρξαντο οἱ ἔπαινοι λέγεσθαι τοῖς ἀπογενομένοις, ἑκκαίδεκα ἔτεσιν. [5] εἰ δέ τις ἐάσας σκοπεῖν, οἵ τινες ἦσαν οἱ πρῶτοι τοὺς ἐπιταφίους ἐπαίνους καταστησάμενοι, τὸν νόμον αὐτὸν ἐφ᾽ ἑαυτοῦ βουληθείη καταμαθεῖν, παρ᾽ ὁποτέροις ἄμεινον ἔχει, τοσούτῳ φρονιμώτερον εὑρήσει παρὰ τοῖσδε κείμενον αὐτὸν παρ᾽ ἐκείνοις, ὅσῳ γ᾽ Ἀθηναῖοι μὲν ἐπὶ τοῖς ἐκ τῶν πολέμων θαπτομένοις καταστήσασθαι τοὺς ἐπιταφίους ἀγορεύεσθαι λόγους δοκοῦσιν ἐκ μιᾶς τῆς περὶ τὸν θάνατον ἀρετῆς, κἂν τἆλλα φαῦλος γένηταί τις, ἐξετάζειν οἰόμενοι δεῖν τοὺς ἀγαθούς: [6] Ῥωμαῖοι δὲ πᾶσι τοῖς ἐνδόξοις ἀνδράσιν, ἐάν τε πολέμων ἡγεμονίας λαβόντες ἐάν τε πολιτικῶν ἔργων προστασίας συνετὰ βουλεύματα καὶ πράξεις ἀποδείξωνται καλάς, ταύτην ἔταξαν εἶναι τὴν τιμήν, οὐ μόνον τοῖς κατὰ πόλεμον ἀποθανοῦσιν, ἀλλὰ καὶ τοῖς ὁποιᾳδήποτε χρησαμένοις τοῦ βίου τελευτῇ, ἐξ ἁπάσης τῆς περὶ τὸν βίον ἀρετῆς οἰόμενοι δεῖν ἐπαινεῖσθαι τοὺς ἀγαθούς, οὐκ ἐκ μιᾶς τῆς περὶ τὸν θάνατον εὐκλείας.

1

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: