previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ταρκύνιος ἐπειδὴ τῆς βασιλείας ἐξέπεσε, χρόνον μέν τινα οὐ πολὺν ἐν πόλει Γαβίοις διέτριβε τούς τε συνιόντας πρὸς αὐτὸν ἐκ τῆς πόλεως ὑποδεχόμενος, οἷς ἦν τυραννὶς ἀσπαστότερον χρῆμα ἐλευθερίας, καὶ ταῖς Λατίνων ἐλπίσιν ἐπέχων ὡς δι᾽ ἐκείνων καταχθησόμενος ἐπὶ τὴν ἀρχήν. ὡς δ᾽ οὐ προσεῖχον αὐτῷ τὸν νοῦν αἱ πόλεις οὐδ᾽ ἐβούλοντο πόλεμον ὑπὲρ αὐτοῦ εἰς τὴν Ῥωμαίων πόλιν ἐκφέρειν, ἀπογνοὺς τὰς παρὰ τούτων ἐπικουρίας, εἰς Τυρρηνικὴν καταφεύγει πόλιν Ταρκυνίους, ἐξ ἧς τὸ πρὸς μητρὸς αὐτῷ γένος ἦν. [2] πείσας δὲ τὰ τέλη τῶν Ταρκυνιητῶν [p. 142] δωρεαῖς καὶ δι᾽ ἐκείνων ἐπὶ τὴν ἐκκλησίαν παραχθεὶς τήν τε συγγένειαν ἀνενεώσατο τὴν ὑπάρχουσαν αὐτῷ πρὸς τὴν πόλιν καὶ τὰς εὐεργεσίας διεξῆλθεν, ἃς πάππος αὐτοῦ πάσαις ἐχαρίσατο ταῖς ἐν Τυρρηνίᾳ πόλεσι, καὶ τὰς συνθήκας ὑπεμίμνησκεν, ἃς ἦσαν πεποιημένοι πρὸς αὐτόν: ἐπὶ δὲ τούτοις ἅπασι τῆς κατειληφυίας αὐτὸν ὠδύρετο τύχας, ὡς ἐκ μεγάλης ἐκπεσὼν εὐδαιμονίας ἐν ἡμέρᾳ μιᾷ πλάνης καὶ τῶν ἀναγκαίων ἐνδεὴς σὺν υἱοῖς τρισὶν ἐπὶ τοὺς ἐφ᾽ ἑαυτῷ ποτε 1 γενομένους ἠναγκάσθη καταφυγεῖν. [3] διεξελθὼν δ᾽ ὧδε ταῦτα μετὰ πολλῶν οἴκτων τε καὶ δακρύων ἔπεισε τὸν δῆμον πρέσβεις ἀποστεῖλαι πρῶτον εἰς Ῥώμην συμβατηρίους φέροντας ὑπὲρ αὐτοῦ λόγους, ὡς δὴ συμπραττόντων αὐτῷ τῶν δυνατῶν ἐκεῖθεν καὶ συλληψομένων τῆς καθόδου. ἀποδειχθέντων δὲ πρεσβευτῶν, οὓς αὐτὸς προείλετο, διδάξας τοὺς ἄνδρας χρὴ λέγειν τε καὶ πράττειν, καὶ παρὰ τῶν σὺν αὐτῷ φυγάδων γράμματα δοὺς δεήσεις ἔχοντα πρὸς τοὺς οἰκείους αὐτῶν καὶ φίλους, ἀπέστειλε φέροντάς τι καὶ χρυσίον.

1

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: