previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἀγῶνος δὲ καρτεροῦ γενομένου καὶ τοῦ δεξιοῦ τῶν Ῥωμαίων κέρατος, ἔνθα ἦν ὕπατος, ἐπιβαίνοντος τοῖς ἐναντίοις καὶ προσωτέρω χωροῦντος, τοῦ δ᾽ εὐωνύμου κάμνοντος ἤδη καὶ πρὸς τῶν πολεμίων ἐπὶ τὸν ποταμὸν ἐξωθουμένου, μαθὼν τὸ γινόμενον τὴν ἑτέραν τῶν Ῥωμαίων παρεμβολὴν κατέχων ὕπατος ἐξῆγε τὴν στρατιάν. [2] αὐτὸς μὲν οὖν τὴν φάλαγγα τῶν πεζῶν ἐπαγόμενος βάδην ἠκολούθει: τῶν δὲ πρεσβυτέρων Σπόριον Λάρκιον τὸν ὑπατεύσαντα τῷ παρελθόντι ἐνιαυτῷ τοὺς ἱππεῖς ἄγοντα πέμπει κατὰ σπουδήν: ὃς ἀπὸ ῥυτῆρος τοὺς ἵππους ἐλαύνων τόν τε ποταμὸν διαπεραιοῦται κωλύοντος οὐδενὸς εὐπετῶς καὶ κατὰ τὸ δεξιὸν τῶν πολεμίων κέρας παριππεύσας, ἐνσείει πλαγίοις τοῖς ἱππεῦσι τῶν Σαβίνων: καὶ γίνεται μέγας αὐτόθι τῶν ἱππέων ἀμφοτέρων συστάδην μαχομένων ἐπὶ χρόνον πολὺν ἀγών. [3] ἐν δὲ τούτῳ καὶ Ποστόμιος τοὺς πεζοὺς ἄγων πλησίον αὐτῶν ἐγίνετο: καὶ συρράξας τοῖς πεζοῖς ἀποκτείνει τε πολλοὺς μαχομένους καὶ τοὺς λοιποὺς ἐξωθεῖ τῆς τάξεως. εἰ δὲ μὴ νὺξ ἐπέλαβεν, ἅπαντες ἂν οἱ Σαβῖνοι κυκλωθέντες ὑπὸ τῶν Ῥωμαίων ἱπποκρατούντων ἤδη πανσυδὶ διεφθάρησαν. νῦν δὲ τὸ σκότος τοὺς διαφυγόντας ἐκ τῆς μάχης ὄντας ἀνόπλους καὶ οὐ πολλοὺς [p. 195] ἐρρύσατο καὶ διέσωσεν ἐπὶ τὰ οἰκεῖα. τῆς δὲ παρεμβολῆς αὐτῶν οἱ ὕπατοι χωρὶς ἀγῶνος ἐκράτησαν ἐκλειφθείσης ὑπὸ τῶν ἔνδον ἅμα τῷ θεάσασθαι τὴν τροπὴν τῶν σφετέρων: ἐξ ἧς πολλὰς ὠφελείας λαβόντες, ἃς τοῖς στρατιώταις ἄγειν τε καὶ φέρειν ἐπέτρεψαν, [4] ἀπῆγον ἐπ᾽ οἴκου τὰς δυνάμεις. τότε πρῶτον πόλις ἀναλαβοῦσα ἑαυτὴν ἐκ τοῦ Τυρρηνικοῦ πταίσματος εἰς τὸ ἐξ ἀρχῆς ἀποκατέστη φρόνημα, καὶ τῆς ἡγεμονίας τῶν περιοίκων ὡς πρότερον ἐθάρρησεν ἀντιποιεῖσθαι, καὶ ψηφίζεται κοινῇ μὲν ἀμφοτέροις τοῖς ὑπάτοις θριάμβου καταγωγήν, ἰδίᾳ δὲ θατέρῳ τῶν ἀνδρῶν Οὐαλερίῳ δωρεὰν τόπον εἰς οἴκησιν ἐν τῷ κρατίστῳ τοῦ Παλλαντίου τόπῳ δοθῆναι, καὶ τὰς εἰς τὴν κατασκευὴν δαπάνας ἐκ τοῦ δημοσίου χορηγεῖσθαι. ταύτης τῆς οἰκίας, παρ᾽ ἣν χαλκοῦς ἕστηκε ταῦρος, αἱ κλισιάδες θύραι μόναι τῶν ἐν τῇ Ῥώμῃ δημοσίων τε καὶ ἰδιωτικῶν οἴκων εἰς τὸ ἔξω μέρος ἀνοίγονται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: