previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ταῦτα μὲν τότε πρὸς τὸν υἱὸν καὶ τοὺς παρόντας εἶπεν: ὀλίγαις δ᾽ ὕστερον ἡμέραις αὐτὸς ἠναγκάσθη πρότερος ἄρχειν λόγων διαλλακτηρίων διὰ τοιαύτην αἰτίαν: ἐσκεδασμένων ἀνὰ τὴν χώραν τῶν στρατιωτῶν καὶ τὰς ἀγομένας εἰς τὴν πόλιν ἀγορὰς ἀφαιρουμένων καὶ τοῦτο ποιούντων συνεχῶς, οἱ τῶν Ῥωμαίων ὕπατοι λοχήσαντες αὐτοὺς ἐν καλῷ χωρίῳ διαφθείρουσί τε συχνοὺς καὶ ἔτι πλείους τῶν ἀναιρεθέντων αἰχμαλώτους λαμβάνουσιν. ἐφ᾽ χαλεπαίνοντες οἱ Τυρρηνοὶ διελέγοντο πρὸς ἀλλήλους κατὰ συστροφάς, δἰ αἰτίας τόν τε βασιλέα καὶ τοὺς ἄλλους ἡγεμόνας ἔχοντες ἐπὶ τῇ τριβῇ τοῦ πολέμου καὶ ἀπαλλάττεσθαι ποθοῦντες ἐπὶ τὰ οἰκεῖα. [2] δόξας μὲν οὖν [p. 183] ἅπασι κεχαρισμένας φανήσεσθαι τὰς διαλλαγάς, ἀποστέλλει πρεσβευτὰς ἐκ τῶν ἰδίων φίλων τοὺς ἀναγκαιοτάτους. τινὲς μὲν οὖν φασι καὶ τὸν Μούκιον ἅμα τούτοις ἀποσταλῆναι δόντα τὴν πίστιν τῷ βασιλεῖ δι᾽ ὅρκων ὑπὲρ τοῦ πάλιν ἐλεύσεσθαι: ἕτεροι δὲ λέγουσιν ὅμηρον, ἕως αἱ διαλλαγαὶ γένωνται, τὸν ἄνδρα τοῦτον ἐν τῷ στρατοπέδῳ φυλάττεσθαι: καὶ τάχ᾽ ἂν εἴη τοῦτ᾽ [3] ἀληθέστερον. ἐντολαὶ δ᾽ ἦσαν, ἃς ἔδωκε τοῖς πρεσβευταῖς βασιλεύς, τοιαίδε: περὶ μὲν καθόδου Ταρκυνίων μηδένα ποιεῖσθαι λόγον, τὰ δὲ χρήματα αὐτοῖς ἀξιοῦν ἀποδοθῆναι, μάλιστα μὲν ἅπαντα ὅσα Ταρκύνιός θ᾽ πρεσβύτατος κατέλιπε καὶ αὐτοὶ σὺν τῷ δικαίῳ κτησάμενοι κατέσχον: εἰ δὲ μή γ᾽ ὅσα δυνατὰ ἀγρῶν τε καὶ οἰκιῶν καὶ βοσκημάτων καὶ ὧν ἐκ γῆς ἀνῄρηνται καρπῶν τὰς ἀξίας, ὁποτέρως ἂν αὐτοῖς δόξῃ συμφέρειν, ἐάν τε τοὺς κατέχοντας αὐτὰ καὶ καρπουμένους εἰσφέρειν, ἐάν τ᾽ ἐκ τοῦ δημοσίου διαλύειν. [4] ταῦτα μὲν ὑπὲρ ἐκείνων, ἑαυτῷ δ᾽ αἰτεῖσθαι διαλυομένῳ τὴν ἔχθραν τοὺς καλουμένους Ἑπτὰ πάγους: αὕτη Τυρρηνῶν χώρα τὸ ἀρχαῖον ἦν, Ῥωμαῖοι δ᾽ αὐτὴν κατέσχον πολέμῳ τοὺς ἔχοντας ἀφελόμενοι: καὶ ἵνα μένωσι Ῥωμαῖοι Τυρρηνοῖς βέβαιοι φίλοι, παῖδας ἐκ τῶν ἐπιφανεστάτων οἰκιῶν τοὺς ὁμηρεύσοντας ὑπὲρ τῆς πόλεως αἰτεῖν παρ᾽ αὐτῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: