previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Πῶς ηὐξήθη τὰ φυτὰ καὶ εἰ ζῷα.

Πλάτων Ἐμπεδοκλῆς καὶ τὰ φυτὰ ἔμψυχα ζῷα: φανερὸν δὲ καὶ ἀπὸ τοῦ σαλεύεσθαι καὶ ἐντετα [p. 369] μένους ἔχειν τοὺς κλάδους καὶ ἐν ταῖς ἐπαναγωγαῖς εἴκειν καὶ πάλιν σφοδρῶς ἀναχαλᾶσθαι, ὥστε καὶ συνανέλκειν βάρη.

Ἀριστοτέλης ἔμψυχα μὲν οὐ μὴν ζῷα τὰ γὰρ ζῷα ὁρμητικὰ εἶναι καὶ αἰσθητικά, ἔνια δὲ καὶ λογικά.

οἱ Στωικοὶ δὲ καὶ οἱ Ἐπικούρειοι οὐκ ἔμψυχα τινὰ γὰρ ψυχῆς ὁρμητικῆς εἶναι καὶ ἐπιθυμητικῆς, τινὰ δὲ καὶ λογικῆς: τὰ δὲ φυτὰ αὐτομάτως πως κεκινῆσθαι οὐ διὰ ψυχῆς.

Ἐμπεδοκλῆς πρῶτα τὰ δένδρα τῶν ζῴων ἐκ γῆς ἀναδῦναί φησι, πρὶν τὸν ἥλιον περιαπλωθῆναι καὶ πρὶν ἡμέραν καὶ νύκτα διακριθῆναι διὰ δὲ συμμετρίαν τῆς κράσεως τὸν τοῦ ἄρρενος καὶ τοῦ θήλεος περιέχειν λόγον: αὔξεσθαι δ᾽ ὑπὸ τοῦ ἐν τῇ γῇ θερμοῦ διαιρουμένου, ὥστε γῆς εἶναι μέρη, καθάπερ καὶ τὰ ἔμβρυα τὰ ἐν τῇ γαστρὶ τῆς μήτρας μέρη: τοὺς δὲ καρποὺς περιττώματα εἶναι τοῦ ἐν τοῖς φυτοῖς ὕδατος καὶ πυρός: καὶ τὰ μὲν ἐλλιπὲς ἔχοντα τὸ ὑγρόν, ἐξικμαζομένου αὐτοῦ τῷ θέρει, φυλλορροεῖν, τὰ δὲ πλεῖον παραμένειν, ὥσπερ ἐπὶ τῆς δάφνης καὶ τῆς ἐλαίας καὶ τοῦ φοίνικος τὰς δὲ διαφορὰς τῶν χυμῶν παραλλαγὰς τῆς πολυμερείας [p. 370] καὶ τῶν φυτῶν γίνεσθαι, διαφόρους ἑχόντων τὰς ἀπὸ τοῦ τρέφοντος ὁμοιομερείας, ὥσπερ ἐπὶ τῶν ἀμπέλων: οὐ γὰρ αἱ διαφοραὶ τούτων χρηστικὸν οἶνον ποιοῦσιν, ἀλλ᾽ αἱ τοῦ τρέφοντος ἐδάφους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: