previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Διὰ τί τὰ ἑπταμηνιαῖα γόνιμα.

Ἐμπεδοκλῆς, ὅτε ἐγεννᾶτο τὸ τῶν ἀνθρώπων γένος ἐκ τῆς γῆς, τοσαύτην γενέσθαι τῷ μήκει τοῦ χρόνου διὰ τὸ βραδυπορεῖν τὸν ἥλιον τὴν ἡμέραν, ὁπόση νῦν ἐστιν δεκάμηνος: προϊόντος δὲ τοῦ χρόνου, τοσαύτην γενέσθαι τὴν ἡμέραν, ὁπόση νῦν [p. 361] ἐστιν ἑπτάμηνος: διὰ τοῦτο καὶ τὰ δεκάμηνα γόνιμα καὶ τὰ ἑπτάμηνα τῆς φύσεως τοῦ κόσμου οὕτω μεμελετηκυίας, αὔξεσθαι ἐν μιᾷ ἡμέρᾳ τίθεται νυκτὶ τὸ βρέφος.

Τίμαιος δ᾽ οὐ δώδεκα μῆνάς φησιν, ἐννέα δὲ νομίζεσθαι παρὰ τὰς ἐπισχέσεις τῶν μηνιαίων τῆς πρώτης συλλήψεως: οὕτω καὶ τὰ ἑπτάμηνα νομίζεσθαι, οὐκ ὄντα ἑπτάμηνα ἔγνω τε γὰρ καὶ μετὰ τὴν σύλληψιν πόσαι καθάρσεις.

Πόλυβος Διοκλῆς οἱ Ἐμπειρικοὶ καὶ τὸν ὄγδοον μῆνα ἴσασι γόνιμον, ἀτονώτερον δέ πως τῷ πολλάκις διὰ τὴν ἀτονίαν πολλοὺς φθείρεσθαι καθολικώτερον δὲ μηδένα βούλεσθαι τὰ ὀκτάμηνα τρέφειν, γεγενῆσθαι δὲ πολλοὺς ὀκταμηνιαίους ἄνδρας

δ᾽ Ἀριστοτέλης καὶ Ἱπποκράτης φασίν, ἐὰν ἐκπληρωθῇ μήτρα ἐν τοῖς ἑπτὰ μησί, τότε προκύπτειν καὶ γεννᾶσθαι γόνιμα: ἐὰν δὲ προκύψῃ μὲν μὴ τρέφηται δέ, ἀσθενοῦντος τοῦ ὀμφαλοῦ διὰ τὸ ἐπίπονον αὐτῷ γεγενῆσθαι τὸ κύημα ,: τότε τὸ ἔμβρυον ἄτροφον εἶναι ἐὰν δὲ μείνῃ τοὺς ἐννέα μῆνας ἐν τῇ μήτρᾳ, προκῦψαν τότε ὁλόκληρόν ἐστι.

Πόλυβος ἑκατὸν ὀγδοήκοντα δύο καὶ ἣμισυ ἡμέρας γίνεσθαι εἰς τὰ γόνιμα: εἶναι γὰρ ἑξάμηνον, [p. 362] ὅτι καὶ τὸν ἥλιον ἀπὸ τροπῶν ἐν τοσούτῳ χρόνῳ παραγίνεσθαι λέγεσθαι δ᾽ ἑπταμηνιαίους διὰ τὸ τὰς ἐλλειπούσας ἡμέρας τούτου τοῦ μηνὸς ἐν τῷ ἑπτὰ προσλαμβάνεσθαι: τὰ δ᾽ ὀκταμηνιαῖα μὴ ζῆν, ὅταν προκύψῃ μὲν τῆς μήτρας τὸ βρέφος, ἐπὶ πλέον δ᾽ ὀμφαλὸς βασανισθῇ: ἄτροφος γὰρ γίνεται ὡς τοῦ τρέφοντος αἴτιος.

οἱ δὲ μαθηματικοὶ τοὺς ὀκτὼ μῆνας ἀσυνδέτους φασὶν εἶναι πάσης γενέσεως, τοὺς δ᾽ ἑπτὰ συνδετικούς: τὰ δ᾽ ἀσύνδετα ζῴδιά ἐστιν, ἐὰν τῶν οἰκοδεσποτούντων ἀστέρων τυγχάνῃ : ἐὰν γάρ τις τούτων τὴν ζωὴν καὶ τὸν βίον κληρώσηται, δυστυχεῖς καὶ ἀχρόνους σημαίνει ἀσύνδετα δ᾽ ἐστὶ ζῴδια ὀκτὼ ἀριθμούμενα, οἷον κριὸς πρὸς σκορπίον ἀσύνδετος, ταῦρος πρὸς τοξότην ἀσύνδετος, δίδυμοι πρὸς αἰγόκερων, καρκίνος πρὸς ὑδροχόον, λέων πρὸς ἰχθύας, παρθένος πρὸς κριόν: διὰ τοῦτο καὶ τὰ ἑπτάμηνα ὄντα καὶ δεκάμηνα γόνιμα εἶναι: τὰ δ᾽ ὀκτάμηνα διὰ τὸ ἀσύνδετον τοῦ κόσμου φθείρεσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: