previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Περὶ αἰσθήσεων καὶ αἰσθητῶν.

οἱ Στωικοὶ ὁρίζονται οὕτως τὴν αἴσθησιναἴσθησίς ἐστιν ἀντίληψις δι᾽ αἰσθητηρίου κατάληψις.’ πολλαχῶς δὲ λέγεται αἴσθησις τε γὰρ ἕξις καὶ δύναμις καὶ ἐνέργεια καὶ φαντασία καταληπτικὴ δι᾽ αἰσθητηρίου γίνονται, καὶ : αὐτὸ τὸ ἡγεμονικόν, ἀφ᾽ οὗ συνίσταται. πάλιν δ᾽ αἰσθητήρια λέγεται πνεύματα νοερὰ ἀπὸ τοῦ ἡγεμονικοῦ ἐπὶ τὰ ὄργανα τεταμένα.

Ἐπίκουρος: τὸ μόριόν ἐστιν αἴσθησις ἥτις ἐστὶν δύναμις, καὶ τὸ ἐπαίσθημα ὅπερ ἐστὶ τὸ ἐνέργημα ὥστε διχῶς παρ᾽ αὐτῷ λέγεσθαι αἴσθησιν μὲν τὴν δύναμιν αἰσθητὸν δὲ τὸ ἐνέργημα.

Πλάτων τὴν αἴσθησιν ἀποφαίνεται ψυχῆς καὶ σώματος κοινωνίαν πρὸς τὰ ἐκτός,: μὲν γὰρ δύναμις ψυχῆς τὸ δ᾽ ὄργανον σώματος ἄμφω δὲ: διὰ φαντασίας ἀντιληπτικὰ τῶν ἔξωθεν γίνεται. [p. 337]

Λεύκιππος Δημόκριτος τὴν αἴσθησιν καὶ τὴν νόησιν γίνεσθαι, εἰδώλων ἔξωθεν προσιόντων: μηδενὶ γὰρ ἐπιβάλλειν μηδετέραν χωρὶς τοῦ προσπίπτοντος εἰδώλου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: